16.110
ἧκε δὲ Καλπούρνιος Πίσων ὁ ὕπατος ἅμα ἦρι, καὶ σὺν αὐτῷ Λεύκιος Μαγκῖνος ἐπὶ τὴν ναυαρχίαν· οἳ Καρχηδονίοις μὲν οὐκ ἐπεχείρουν, οὐδὲ Ἀσδρούβᾳ, τὰς δὲ πόλεις ἐπιόντες Ἀσπίδος μὲν ἀπετύγχανον, ἐκ γῆς καὶ θαλάσσης ἀποπειράσαντες, ἑτέραν δʼ ἐγγὺς εἷλεν ὁ Πίσων, καὶ διήρπαζεν αἰτιωμένην ἐπὶ συνθήκαις αὐτῷ προσελθεῖν. ἀπὸ δὲ ταύτης ἐς Ἰππάγρετα μετῆλθεν, ἣ μεγάλη τε ἦν καὶ τείχεσι καὶ ἀκροπόλει καὶ λιμέσι καὶ νεωρίοις ὑπʼ Ἀγαθοκλέους τοῦ Σικελιωτῶν τυράννου κατεσκεύαστο καλῶς, μέση δʼ οὖσα Καρχηδόνος καὶ Ἰτύκης τὴν ἀγορὰν ἐλῄστευε τὴν Ῥωμαίοις διαπλέουσαν· ὅθεν καὶ πάνυ ἐπλούτουν. καὶ ὁ Καλπούρνιος ἀμύνασθαί τε αὐτοὺς ἐπενόει, καὶ τό γε κέρδος ἀφελέσθαι. ἀλλʼ ὁ μὲν τὸ θέρος ὅλον ἐφεδρεύων οὐκ ἤνυε, δὶς δʼ ἐκδραμόντες οἱ Ἱππαγρέτιοι, Καρχηδονίων αὐτοῖς συμμαχούντων, τὰς μηχανὰς αὐτοῦ κατέπρησαν. καὶ ὁ μὲν ἄπρακτος ἐς Ἰτύκην ἐπανελθὼν ἐχείμαζεν.