Thesauros Literature History ἐκ τῆς Νομαδικῆς

ἐκ τῆς Νομαδικῆς

ἐκ τῆς Νομαδικῆς Appianus of Alexandria
I ὅτι Βομίλχας κατηγορούμενος ἔφυγε πρὸ δίκης, καὶ Ἰογόρθας σὺν αὐτῷ, τοῦτο δὴ τὸ περιφερόμενον ἐς τοὺς δωροδοκοῦντας εἰπών, ὅτι Ῥωμαίων ἡ πόλις ἐστὶν ὠνία πᾶσα, εἴ τις ὠνητὴς αὐτῆς εὑρεθείη.
II ὅτι Μέτελλος ἀνεζεύγνυεν ἐς Λιβύην τὴν ὑπὸ Ῥωμαίοις αἰτίαν ἔχων παρὰ τῷ στρατῷ βραδυτῆτος ἐς τοὺς πολεμίους καὶ ἐπὶ σφίσιν ὠμότητος· σφόδρα γὰρ τοὺς ἁμαρτάνοντας ἐκόλαζεν.
III ὅτι Μέτελλος Βαγαίων ἀνῄρει τὴν βουλὴν ὅλην ὡς τὴν φρουρὰν προδόντας Ἰογόρθᾳ, καὶ τὸν φρούραρχον Τουρπίλιον, ἄνδρα Ῥωμαῖον οὐκ ἀνυπόπτως ἑαυτὸν ἐγχειρίσαντα τοῖς πολεμίοις, ἐπαπκέτεινε τῇ βουλῇ. Θρᾷκας δὲ καὶ Λίγυας αὐτομόλους λαβὼν παρὰ Ἰογόρθα, τῶν μὲν τὰς χεῖρας ἀπέτεμνε, τοὺς δὲ ἐς τὴν γῆν μέχρι γαστρὸς κατώρυσσε, καὶ περιτοξεύων ἢ ἐσακοντίζων ἔτι ἐμπνέουσι πῦρ ὑπετίθει.
IV ὅτι τοῦ Μαρίου ἐς Κίρταν ἀφικομένου πρέσβεις Βόκχου παρῆσαν, οἳ πεμφθῆναί τινας ἐς λόγους Βόκχῳ παρεκάλουν. καὶ ἐπέμφθησαν Αὖλός τε Μάλλιος ὁ πρεσβευτὴς καὶ Κορνήλιος Σύλλας ὁ ταμίας, οἷς ὁ Βόκχος ἔφη Ῥωμαίοις πολεμῆσαι διὰ Μάριον· γῆν γὰρ ἣν αὐτὸς Ἰογόρθαν ἀφείλετο, πρὸς Μαρίου νῦν ἀφῃρῆσθαι. Βόκχος μὲν δὴ ταῦτα ἐνεκάλει, Μάλλιος δʼ ἔφη τὴν γῆν τήνδε Ῥωμαίους ἀφελέσθαι Σύφακα πολέμου νόμῳ καὶ δοῦναι Μασσανάσσῃ δωρεάν, διδόναι δὲ Ῥωμαίους τὰς δωρεὰς ἔχειν τοῖς λαβοῦσιν ἕως ἂν τῇ βουλῇ καὶ τῷ δήμῳ δοκῇ. οὐ μὴν ἀλόγως μεταγνῶναι· Μασσανάσσην τε γὰρ ἀποθανεῖν, καὶ τοὺς Μασσανάσσου παῖδας Ἰογόρθαν κατακαίνοντα Ῥωμαίοις πολέμιον γενέσθαι. οὐκ οὖν ἔτι εἶναι δίκαιον οὔτε τὸν πολέμιον ἔχειν δωρεὰν ἣν ἔδομεν φίλῳ, οὔτε σὲ δοκεῖν Ἰογόρθαν ἀφαιρεῖσθαι τὰ Ῥωμαίων. καὶ Μάλλιος μὲν τάδε περὶ τῆς γῆς ἔλεξεν.
1 / 2 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme