Thesauros Literature History ἐκ τῆς Μακεδονικῆς

ἐκ τῆς Μακεδονικῆς

ἐκ τῆς Μακεδονικῆς Appianus of Alexandria
XI Βυζαντίοις δὲ καὶ Αἰτωλοῖς καὶ Βοιωτοῖς οὐ καθʼ ὑμῶν ἀλλὰ καθʼ ἑτέρων συνεμάχησεν. καὶ ταῦτα πάλαι ὑμῖν ἡμέτεποι πρέσβεις ἐμήνυον, καὶ οὐκ ἐμέμφεσθε μέχρι τῆς Εὐμένους διαβολῆς, ἣν οὐκ εἰάσατε τοὺς ἡμετέρους πρέσβεις ἐς ὄψιν αὐτὸν ἐλέγξαι. ἀλλὰ τὴν ἐπιβουλὴν τὴν ἐν Δελφοῖς αὐτῷ γενομένην προσγράφετε Περσεῖ, πόσων Ἑλλήνων, πόσων δὲ βαρβάρων κατʼ Εὐμένους πρεσβευσάντων πρὸς ὑμᾶς οἷς πᾶσιν ἐχθρός ἐστι τοιοῦτος ὤν. Ἐρέννιον δὲ τὸν ἐν Βρεντεσίῳ τίς ἂν πιστεύσειεν ὅτι Περσεύς, Ῥωμαῖον ὄντα καὶ φίλον ὑμέτερον καὶ πρόξενον, εἴληφεν ἐπὶ τὴν τῆς βουλῆς φαρμακείαν, ὡς ἀναλῶσαι τὴν σύγκλητον διʼ αὐτοῦ δυνάμενος, ἢ τοὺς ὑπολοίπους εὐμενεστέρους ἕξων διὰ τοὺς ἀναιρουμένους; ἀλλʼ Ἐρέννιος μὲν ἐψεύσατο τοῖς ἐπιτρίβουσιν ἐς τὸν πόλεμον ὑμᾶς πρόφασιν εὐσχήμονα διδούς, Εὐμένης δʼ ὑπʼ ἔχθρας τε καὶ φθόνου καὶ δέους οὐδὲ ταῦτʼ ὤκνησεν ἐγκαλέσαι Περσεῖ, ὅτι πολλοῖς ἔθνεσι κεχαρισμένος καὶ φιλέλλην, καὶ σωφρόνως ἀντὶ μέθης καὶ τρυφῆς ἄρχει. καὶ ταῦθʼ ὑμεῖς αὐτοῦ λέγοντος ὑπέστητε ἀκροάσασθαι.
XI τοιγάρτοι τὴν ἐκείνου διαβολὴν αὔξετε καθʼ ὑμῶν ὡς οὐ φέροντες σώφρονας καὶ δικαίους καὶ φιλοπόνους γείτονας. Περσεὺς δʼ Ἐρέννιον μὲν καὶ Εὐμένη, καὶ εἴ τις ἄλλος ἐθέλοι, προκαλεῖται παρʼ ὑμῖν ἐς ἐξέτασιν καὶ κρίσιν, ὑμᾶς δʼ ἀναμιμνήσκει μὲν τῆς ἐς Ἀντίοχον τὸν μέγαν τοῦ πατρὸς ἑαυτοῦ προθυμίας καὶ βοηθείας, ἧς ἐπιγιγνομένης καλῶς ᾐσθάνεσθε, αἰσχρὸν δὲ παρελθούσης ἐπιλαθέσθαι, προφέρει δὲ συνθήκας πατρῴας τε καὶ ἰδίας πρὸς αὐτὸν ὑμῖν γενομένας. καὶ ἐπὶ τοῖσδε οὐκ ὀκνεῖ καὶ παρακαλεῖν ὑμᾶς, θεοὺς οὓς ὠμόσατε αἰδεῖσθαι, καὶ μὴ πολέμου κατάρχειν ἀδίκως ἐς φίλους, μηδʼ ἔγκλημα ποιεῖσθαι γειτνίασιν καὶ σωφροσύνην καὶ παρασκευήν, οὐ γὰρ ἄξιον, ὡς Εὐμένους, καὶ ὑμῶν ἅπτεσθαι φθόνον ἢ φόβον. τὸ δὲ ἐναντίον ἐστὶ σῶφρον, φείδεσθαι γειτόνων ἐπιμελῶν, καὶ ὡς Εὐμένης φησίν, εὖ παρεσκευασμένων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme