Thesauros Literature History ἐκ τῆς Μακεδονικῆς

ἐκ τῆς Μακεδονικῆς

ἐκ τῆς Μακεδονικῆς Appianus of Alexandria
XVI ὅτι Περσεὺς ἀναθαρρῶν ἤδη κατʼ ὀλίγον μετὰ τὴν φυγήν, Νικίαν καὶ Ἀνδρόνικον, οὓς ἐπὶ τὸν καταποντισμὸν τῶν χρημάτων καὶ τὸν ἐμπρησμὸν τῶν νεῶν ἐπεπόμφει, περιποιήσας αὑτῷ καὶ τὰς ναῦς καὶ τὰ χρήματα, συνίστορας ἡγούμενος αἰσχροῦ φόβου καὶ ἑτέροις ἐξαγγελεῖν, ἀπέκτεινεν ἀθεμίστως, καὶ ἀπὸ τοῦδε εὐθὺς ἐκ μεταβολῆς ὠμὸς καὶ εὐχερὴς ἐς ἅπαντας ἐγένετο, καὶ οὐδὲν ὑγιὲς οὐδʼ εὔβουλόν οἱ ἔτι ἦν, ἀλλʼ ὁ πιθανώτατος ἐς εὐβουλίαν καὶ λογίσασθαι δεξιὸς καὶ εὐτολμότατος ἐς μάχας, ὅσα γε μὴ σφάλλοιτο διʼ ἀπειρίαν, ἀθρόως τότε καὶ παραλόγως ἐς δειλίαν καὶ ἀλογιστίαν ἐτράπετο, καὶ ταχὺς καὶ εὐμετάθετος ἄφνω καὶ σκαιὸς ἐς πάντα ἐγένετο, ἀρχομένης αὐτὸν ἐπιλείπειν τῆς τύχης. ὅπερ ἔστι πολλοὺς ἰδεῖν, μεταβολῆς προσιούσης ἀλογωτέρους γιγνομένους ἑαυτῶν.
XVII ὅτι Ῥόδιοι πρέσβεις ἐς Μάρκιον ἔπεμψαν, συνηδόμενοι τῶν γεγονότων [Περσεῖ]. ὁ δὲ Μάρκιος τοὺς πρέσβεις ἐδίδασκε Ῥοδίους πεῖσαι πέμψαντας ἐς Ῥώμην διαλῦσαι τὸν πόλεμον Ῥωμαίοις τε καὶ Περσεῖ. καὶ Ῥόδιοι πυθόμενοι μετέπιπτον ὡς οὐ φαύλως ἔχοντος τοῦ Περσέως· οὐ γὰρ εἴκαζον ἄνευ Ῥωμαίων ταῦτα Μάρκιον ἐπισκήπτειν. ὁ δʼ ἀφʼ ἑαυτοῦ καὶ τάδε καὶ ἕτερα πολλὰ διʼ ἀτολμίαν ἔπραττεν. Ῥόδιοι μὲν οὖν καὶ ὣς πρέσβεις ἔπεμπον ἐς Ῥώμην, καὶ ἑτέρους πρὸς Μάρκιον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme