Thesauros Literature History ἐκ τῆς Μακεδονικῆς

ἐκ τῆς Μακεδονικῆς

ἐκ τῆς Μακεδονικῆς Appianus of Alexandria
XVIII ὅτι Γένθιος βασιλεὺς Ἰλλυριῶν ἑνὸς ἔθνους προσοίκου Μακεδόσι, Περσεῖ συμμαχῶν ἐπὶ τριακοσίοις ταλάντοις, ὧν τι καὶ προειλήθει, ἐσέβαλεν ἐς τὴν ὑπὸ Ῥωμαίοις Ἰλλυρίδα, καὶ πρέσβεις περὶ τούτων πρὸς αὐτὸν ἐλθόντας Περπένναν καὶ Πετίλιον ἔδησεν. ὧν ὁ Περσεὺς αἰσθόμενος οὐκέτι τὰ λοιπὰ τῶν χρημάτων ἔπεμπεν ὡς ἤδη καὶ διʼ αὐτὸν Ῥωμαίοις πεπολεμωμένον. ἐς δὲ Γέτας ἔπεμπε τοὺς ὑπὲρ Ἴστρον, καὶ Εὐμένους ἀπεπείρασεν ἐπὶ χρήμασιν ἢ μεταθέσθαι πρὸς αὑτόν, ἢ διαλῦσαι τὸν πόλεμον, ἢ ἀμφοτέροις ἐκστῆναι τοῦ ἀγῶνος, εὖ μὲν εἰδὼς οὐ λησόμενα ταῦτα Ῥωμαίους, ἐλπίζων δʼ ἢ πράξειν τι αὐτῶν ἢ τῇ πείρᾳ διαβαλεῖν τὸν Εὐμένη. ὁ δὲ μεταθήσεσθαι μὲν οὐκ ἔφη, τάλαντα δʼ ᾔτει τῆς μὲν διαλύσεως χίλια καὶ πεντακόσια, τῆς δὲ ἡσυχίας χίλια. καὶ ὁ Περσεὺς ἤδη Γετῶν αὑτῷ προσιέναι μισθοφόρους μυρίους ἱππέας καὶ μυρίους πεζοὺς πυθόμενος, αὐτίκα τοῦ Εὐμένους κατεφρόνει, καὶ τῆς μὲν ἡσυχίας οὐκ ἔφη δώσειν οὐδέν (αἰσχύνην γὰρ φέρειν ἀμφοῖν), τὰ δὲ τῆς διαλύσεως οὐ προδώσειν, ἀλλʼ ἐν Σαμοθρᾴκῃ καταθήσειν μέχρι γένοιτο ἡ διάλυσις, εὐμετάβολος ἤδη καὶ μικρολόγος ὑπὸ θεοβλαβείας ἐς πάντα γενόμενος. ἑνὸς δὲ ὧν ἤλπισεν ὅμως οὐκ ἀπέτυχε, Ῥωμαίοις Εὐμένους ὑπόπτου γενομένου.
XVIII Γετῶν δὲ τὸν Ἴστρον περασάντων, ἐδόκει Κλοιλίῳ μὲν τῷ ἡγεμόνι δοθῆναι χιλίους χρυσοῦς στατῆρας, ἱππεῖ δʼ ἑκάστῳ δέκα, καὶ τὰ ἡμίσεα πεζῷ· καὶ τοῦτο σύμπαν ἦν ὀλίγῳ πλέον πεντεκαίδεκα μυριάδων χρυσίου. ὁ δὲ χλαμύδας μέν τινας ἐπήγετο καὶ ψέλια χρυσᾶ καὶ ἵππους ἐς δωρεὰν τοῖς ἡγουμένοις, καὶ στατῆρας φερομένους μυρίους, καὶ πλησιάσας μετεπέμπετο Κλοίλιον. ὁ δὲ τοὺς ἐλθόντας, εἰ φέρουσι τὸ χρυσίον, ἤρετο, καὶ μαθὼν οὐκ ἔχοντας ἀναστρέφειν ἐπʼ αὐτὸν ἐκέλευσεν. ὧν ὁ Περσεὺς πυθόμενος, πάλιν αὐτὸν ἐλαύνοντος θεοῦ, κατηγόρει τῶν Γετῶν ἐν τοῖς φίλοις ἐκ μεταβολῆς ὡς φύσεως ἀπίστου, καὶ ὑπεκρίνετο μὴ θαρρεῖν δισμυρίους αὐτῶν ἐς τὸ στρατόπεδον ὑποδέξασθαι, μόλις δʼ ἔφη μυρίους, ὧν καὶ νεωτεριζόντων κρατῆσαι δύνασθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme