Thesauros Literature History Ἰλλυρική

Ἰλλυρική

Ἰλλυρική Appianus of Alexandria
4.18 καὶ Σαλασσοὶ μὲν οὕτως ἐλήφθησαν, Ἰάποδες δὲ οἱ πέραν Ἄλπεων, ἔθνος ἰσχυρόν τε καὶ ἄγριον, δὶς μὲν ἀπεώσαντο Ῥωμαίους, ἔτεσί που ἀγχοῦ εἴκοσιν, Ἀκυληίαν δʼ ἐπέδραμον καὶ Τεργηστὸν Ῥωμαίων ἄποικον ἐσκύλευσαν. ἐπιόντος δʼ αὐτοῖς τοῦ Καίσαρος ὁδὸν ἀνάντη καὶ τραχεῖαν· οἱ δʼ ἔτι μᾶλλον αὐτὴν ἐδυσχέραινον αὐτῷ, τὰ δένδρα κόπτοντες. ὡς δʼ ἀνῆλθεν, ἐς τὴν ἄλλην ὕλην αὐτοὶ συνέφυγον καὶ προσιόντα ἐλόχων. ὁ δέ (ὑπώπτευε γὰρ ἀεί τι τοιοῦτον) ἐς τὰς ἀκρωρείας τινὰς ἔπεμπεν, οἳ ἑκατέρωθεν αὐτῷ συνέθεον προβαίνοντι διὰ τοῦ χθαμαλοῦ καὶ κόπτοντι τὴν ὕλην· οἱ δὲ Ἰάποδες ἐπεξέθεον μὲν ἐκ τῶν ἐνεδρῶν καὶ πολλοὺς ἐτίτρωσκον, ὑπὸ δὲ τῶν ἐν τοῖς ἄκροις ἐπιτρεχόντων κατεκόπτοντο οἱ πλείους. οἱ δὲ λοιποὶ πάλιν ἐς τὰ λάσια συνέφευγον, τὴν πόλιν ἐκλιπόντες, ᾗ ὄνομα Τέρπωνος. καὶ αὐτὴν ὁ Καῖσαρ ἑλὼν οὐκ ἐνέπρησεν, ἐλπίσας καὶ τούσδε ἐνδώσειν· καὶ ἐνέδωκαν.
4.19 ἐπὶ δʼ ἑτέραν πόλιν ἐχώρει, Μετοῦλον, ἣ τῶν Ἰαπόδων ἐστὶ κεφαλή, κεῖται δʼ ἐν ὄρει σφόδρα ὑλώδει ἐπὶ δύο λόφων, οὓς διαιρεῖ χαράδρα στενή. καὶ ἡ νεότης ἦν ἀμφὶ τοὺς τρισχιλίους μαχίμους τε καὶ σφόδρα εὐόπλους· οἳ Ῥωμαίους τὰ τείχη σφῶν περιστάντας εὐκόλως ἀπεκρούοντο. οἱ δὲ χῶμα ἤγειρον· καὶ οἱ Μετοῦλοι τό τε χῶμα νυκτὸς καὶ ἡμέρας ἐκτρέχοντες ἠνώχλουν, καὶ τοὺς ἄνδρας ἀπὸ τοῦ τείχους μηχαναῖς κατεπόνουν, ἃς ἐσχήκεσαν ἐκ τοῦ πολέμου ὃν Δέκμος Βροῦτος ἐνταῦθα ἐπολέμησεν Ἀντωνίῳ τε καὶ τῷ Σεβαστῷ. πονοῦντος δὲ κἀκείνοις ἤδη τοῦ τείχους, οἵδʼ ὑπετείχισαν ἔνδοθεν, καὶ τὸ κεκμηκὸς ἐκλιπόντες μετεπήδησαν ἐς τὸ νεότευκτον· οἱ δὲ Ῥωμαῖοι τὸ μὲν ἐκλειφθὲν λαβόντες ἐνέπρησαν, κατὰ δὲ τοῦ ἄλλου δύο χώματα ἔχουν, καὶ ἀπʼ αὐτῶν γεφύρας τέσσαρας ἐξέτεινον ἐς τὸ τεῖχος. γενομένων δὲ τούτων ὁ Καῖσαρ περιέπεμψέ τινας ἐς τὰ ὀπίσθια τῆς πόλεως, περισπᾶν τοὺς Μετούλους, τοῖς δʼ ἄλλοις προσέταξε περᾶν ἐς τὰ τείχη. διὰ τῶν γεφυρῶν. καὶ αὐτὸς ἐς ὑψηλὸν πύργον ἀναβὰς ἑώρα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme