4.20
οἱ βάρβαροι δὲ τοῖς περῶσιν ὑπήντων τε ἐκ μετώπου κατὰ τὸ τεῖχος, καὶ ὑφεδρεύοντες ἕτεροι τὰς γεφύρας μακροῖς δόρασιν ὑπεκέντουν, μᾶλλόν τε ἐθάρρησαν μιᾶς γεφύρας καὶ δευτέρας ἐπʼ ἐκείνῃ πεσούσης. ὡς δὲ καὶ ἡ τρίτη συνέπεσε, φόβος ἤδη παντελὴς τοὺς Ῥωμαίους ἐπεῖχε, καὶ οὐδεὶς τῆς τετάρτης ἐπέβαινεν, ἕως ὁ Καῖσαρ ἐκ τοῦ πύργου καταθορὼν ὠνείδιζεν αὐτούς. ἀλλὰ καὶ ὣς οὐκ ἐρεθιζομένων, αὐτὸς ἀσπίδα λαβὼν ἐπὶ τὴν γέφυραν ἵετο δρόμῳ. συνέθεον δʼ αὐτῷ τῶν ἡγεμόνων Ἀγρίππας τε καὶ Ἱέρων καὶ ὁ σωματοφύλαξ Λοῦτος καὶ Οὐόλας, τέσσαρες οἵδε μόνοι, καὶ τῶν ὑπασπιστῶν ὀλίγοι. ἤδη δʼ αὐτοῦ τὴν γέφυραν περῶντος, ἐν αἰδοῖ γενόμενος ὁ στρατὸς ἀνεπήδησεν ἄθρους. καὶ πάλιν ἡ γέφυρα βαρηθεῖσα καταπίπτει, καὶ οἱ ἄνδρες ὑπʼ αὐτῆς ἀθρόοι κατεχώννυντο, καὶ οἱ μὲν ἀπέθανον αὐτῶν, οἱ δὲ συντριβέντες ἐφέροντο. ὁ δὲ Καῖσαρ ἐπλήγη μὲν τὸ σκέλος τὸ δεξιὸν καὶ τοὺς βραχίονας ἄμφω, ἀνέδραμε δʼ ὅμως εὐθὺς ἐπὶ τὸν πύργον μετὰ τῶν συμβόλων, καὶ ἑαυτὸν ἔδειξεν ἐρρωμένον, μή τις ὡς ἀποθανόντος γένοιτο θόρυβος. ἵνα δὲ μηδʼ οἱ πολέμιοι νομίσειαν αὐτὸν ἐνδώσειν ἀναχωρήσαντα, εὐθὺς ἑτέρας ἐπήγνυτο γεφύρας. ὃ καὶ μάλιστα κατέπληξε τοὺς Μετούλους ὡς ὑπὸ γνώμης ἀμάχου πολεμουμένους.