4.23
διὰ μὲν δὴ ταῦτα τῆς Σεγέστης ἔχρῃζεν ὁ Καῖσαρ· προσιόντι δὲ αὐτῷ οἱ Σεγεστανοὶ προσέπεμψαν, πυνθανόμενοι τίνος χρῄζει. ὁ δὲ φρουρὰν ἐσαγαγεῖν ἔφη, καὶ ὁμήρους ἑκατὸν λαβεῖν, ἵνʼ ἀσφαλῶς ταμιείῳ τῇ πόλει χρῷτο ἐπὶ Δάκας. ᾔτει δὲ καὶ σῖτον, ὅσον δύναιντο φέρειν. ταῦθʼ οἱ μὲν πρωτεύοντες ἠξίουν δοῦναι· ὁ δὲ δῆμος ἐξαγριαίνων τὰ μὲν ὅμηρα διδόμενα περιεῖδεν, ὅτι ἴσως οὐ παρὰ σφῶν ἀλλὰ τῶν πρωτευόντων παῖδες ἦσαν, προσιούσης δὲ τῆς φρουρᾶς τὴν ὄψιν οὐκ ἐνεγκόντες ὁρμῇ μανιώδει τὰς πύλας αὖθις ἀπέκλειον καὶ αὑτοὺς τοῖς τείχεσιν ἐπέστησαν. ὁ οὖν Καῖσαρ τόν τε ποταμὸν ἐγεφύρου, καὶ χάρακας καὶ τάφρους πάντοθεν ἐποιεῖτο, ἀποτειχίσας δʼ αὐτοὺς δύο χώματα ἔχου. οἷς ἐπέδραμον μὲν οἱ Σεγεστανοὶ πολλάκις, οὐ δυνηθέντες δʼ ἑλεῖν λαμπάδας καὶ πῦρ πολὺ ἄνωθεν ἐπέβαλλον. προσιούσης δʼ αὐτοῖς Παιόνων ἑτέρων βοηθείας, ὁ Καῖσαρ ὑπαντήσας ἐνήδρευσεν αὐτήν· καὶ οἱ μὲν ἀνῃρέθησαν, οἱ δʼ ἔφυγον, καὶ οὐδεὶς ἔτι Παιόνων ἐβοήθει.
4.24
οἱ Σεγεστανοὶ δὲ πᾶσαν πολιορκίαν ὑποστάντες ἡμέρᾳ τριακοστῇ κατὰ κράτος ἐλήφθησαν, καὶ τότε πρῶτον ἤρξαντο ἱκετεύειν. καὶ αὐτοὺς ὁ Καῖσαρ ἐπαίνῳ τε τῆς ἀρετῆς καὶ ἐλέῳ τῆς ἱκεσίας οὔτε ἔκτεινεν οὔτε ἀνέστησεν, ἀλλὰ χρήμασιν ἐζημίωσε, καὶ τῆς πόλεως μέρος διατειχίσας ἐσήγαγεν ἐς αὐτὸ φρουρὰν πέντε καὶ εἴκοσι σπειρῶν. καὶ ὁ μὲν τάδʼ ἐργασάμενος ἐς Ῥώμην ἀνέζευξεν, ὡς ἦρος ἐπανήξων ἐς τὴν Ἰλλυρίδα. φήμης δʼ ἐπιδραμούσης ὅτι τὴν φρουρὰν οἱ Σεγεστανοὶ διέφθειραν, ἐξέθορε χειμῶνος. καὶ τὸ μὲν τέλος τῆς φήμης ψευδὲς ηὗρε, τὴν δὲ αἰτίαν ἀληθῆ· ἐγεγόνεσαν γὰρ ἐν κινδύνῳ, τῶν Σεγεστανῶν αὐτοὺς ἄφνω περιστάντων, καὶ πολλοὺς τὸ αἰφνίδιον ἀπωλωλέκει, τῆς δʼ ἐπιούσης προελθόντες ἐκράτουν τῶν Σεγεστανῶν. ὁ οὖν Καῖσαρ ἐπὶ Δαλμάτας μετῄει, γένος ἕτερον Ἰλλυριῶν, Ταυλαντίοις ὅμορον.