5.26
ὁ δὲ Καῖσαρ αὐτήν τε καὶ δύο λόφους, οἳ ἔτι ἐκρατοῦντο ὑπὸ τῶν πολεμίων, ὁμοῦ περιετείχιζε, τεσσαράκοντα σταδίων περίμετρον. κἀν τούτῳ Τέστιμον Δαλμάτην, στρατὸν ἕτερον ἄγοντα τοῖς ἐν Πρωμόνῃ συμμάχον, ὑπαντήσας ἐδίωκεν ἐς τὰ ὄρη, καὶ ἐφορῶντος ἔτι τοῦ Τεστίμου τὴν Πρωμόναν εἷλεν, οὔπω τῆς περιτειχίσεως τετελεσμένης. ἐκδραμόντων γὰρ τῶν ἔνδον καὶ συνελαυνομένων ὀξέως, οἱ Ῥωμαῖοι φεύγουσιν αὐτοῖς ἐς τὴν πόλιν συνεσέπεσον, καὶ τὸ τρίτον τούτων ἔνδον ἔκτειναν· οἱ λοιποὶ δʼ ἐς τὴν ἄκραν ἀνέδραμον. καὶ σπεῖρα Ῥωμαίων ἐφύλασσεν αὐτοὺς ἐπὶ τῶν πυλῶν. οἷς προσπίπτουσιν οἱ βάρβαροι νυκτὸς τετάρτης, καὶ ἐξέλιπεν ἡ σπεῖρα τὰς πύλας ὑπὸ δέους. ὁ δὲ Καῖσαρ τοὺς μὲν πολεμίους ἀνέκοψε τῆς ὁρμῆς, καὶ τῆς ἐπιούσης εἷλε παραδόντας ἑαυτούς· τὴν δὲ σπεῖραν ἣ τὸ φυλάκιον ἐξέλιπε διακληρώσας, ἐζημίωσε θανάτῳ τὸ δέκατον, καὶ λοχαγοὺς ἐπὶ τῷ δεκάτῳ δύο. καὶ τοῖς λοιποῖς ἐκέλευεν ἐκείνου τοῦ θέρους κριθὴν ἀντὶ σίτου τραφῆναι δίδοσθαι.
5.27
οὕτω μὲν ἑάλω Πρωμόνα, Τέστιμος δʼ ὁρῶν διεσκέδασε τὸν στρατὸν ἑαυτοῦ, φεύγειν ἄλλους ἀλλαχοῦ· ὅθεν αὐτοὺς οὐκ ἐδύναντο οἱ Ῥωμαῖοι διώκειν ἐς πολύ, τήν τε διαίρεσιν σφῶν τὴν ἐς πολλὰ δείσαντες, καὶ τὴν ἀπειρίαν τῶν ὁδῶν καὶ τὰ ἴχνη τῆς φυγῆς συγκεχυμένα. Συνόδιον δʼ αἱροῦσι πόλιν ἐν ἀρχῇ τῆς ὕλης, ἐν ᾗ τὸν Γαβινίου στρατὸν ἐνήδρευσαν οἱ Δαλμάται περὶ φάραγγι βαθείᾳ καὶ ἐπιμήκει καὶ μέσῃ δύο ὀρῶν, ἔνθα καὶ τὸν Καίσαρα ἐνήδρευον. ὁ δὲ τό τε Συνόδιον ἐνέπρησε, καὶ ἐς τὰ ὄρη περιπέμψας ἄνω στρατὸν ἑκατέρωθεν αὐτῷ συμπαρομαρτεῖν, αὐτὸς ᾔει διὰ τῆς φάραγγος, κόπτων τὴν ὕλην καὶ τὰς πόλεις αἱρῶν, καὶ πάντα ἐμπιπρὰς ὅσα κατὰ τὴν ὁδὸν ᾕρει. πολιορκουμένης δὲ πόλεως Σετουΐας, ἐπῄει τις αὐτοῖς συμμαχία βαρβάρων, ἣν ὁ Καῖσαρ ὑπαντήσας ἐκώλυσεν ἐσδραμεῖν ἐς τὴν Σετουΐαν. κἀν τῷ πόνῳ τῷδε ἐπλήγη λίθῳ τὸ γόνυ, καὶ ἐς πολλὰς ἡμέρας ἐθεραπεύετο. ῥαΐσας δὲ ἐς Ῥώμην ἐπανῆλθεν, ὑπατεύσων σὺν Οὐολκατίῳ Τύλλῳ, Στατίλιον Ταῦρον ἐς τὰ λοιπὰ τοῦ πολέμου καταλιπών.