Thesauros Literature History Ἰλλυρική

Ἰλλυρική

Ἰλλυρική Appianus of Alexandria
2.10 οὕτω μὲν ὁ Παῦλος ἑβδομήκοντα πόλεις διήρπασεν ὥρᾳ μιᾷ· Ἀρδεῖοι δὲ καὶ Παλάριοι, γένη ἕτερα Ἰλλυριῶν, τὴν ὑπὸ Ῥωμαίους Ἰλλυρίδα ἐδῄουν, καὶ οἱ Ῥωμαῖοι διʼ ἀσχολίαν πρέσβεις ἔπεμψαν ἐπιπλήξοντας αὐτοῖς. οὐ μεταθεμένων δὲ ἐκείνων ἐστράτευον ἐπʼ αὐτοὺς μυρίοις πεζοῖς καὶ ἱππεῦσιν ἑξακοσιοις. οἱ δὲ πυθόμενοι, καὶ ἔτι ὄντες ἀπαράσκευοι, πρέσβεις ἔπεμψαν μεταγιγνώσκοντες καὶ δεόμενοι. καὶ ἡ βουλὴ τὰς βλάβας αὐτοῖς ἐκέλευσεν ἀποδοῦναι τοῖς ἠδικημένοις. οὐκ ἀποδιδόντων δὲ ἐστράτευεν ἐπʼ αὐτοὺς Φούλουιος Φλάκκος. καὶ ὁ πόλεμος ἄρα μέχρι καταδρομῆς ἔληξε μόνης. οὐ γὰρ ηὗρον αὐτοῦ τέλος ἀκριβές. Ἰάποσι δὲ τοῖς ἐντὸς Ἄλπεων ἐπολέμησε μὲν Σεμπρώνιος ὁ Τουδιτανὸς ἐπίκλην καὶ Πανδούσας Τιβέριος καὶ ἐοίκασιν οἱ Ἰάποδες αὐτοῖς ὑπακοῦσαι, ἐοίκασι δὲ καὶ Σεγεστανοὶ Λευκίῳ Κόττᾳ καὶ Μετέλλῳ, ἀμφότεροι δʼ οὐ πολὺ ὕστερον ἀποστῆναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme