Thesauros Literature History Ἰλλυρική

Ἰλλυρική

Ἰλλυρική Appianus of Alexandria
2.11 Δαλμάται δέ, Ἰλλυριῶν ἕτερον γένος, Ἰλλυριοὺς τοὺς ὑπὸ Ῥωμαίοις κατέθεον, καὶ πρέσβεις ἀφικομένους περὶ τοῦδε Ῥωμαίων οὐ προσίεντο. στρατεύουσιν οὖν ἐπʼ αὐτοὺς οἱ Ῥωμαῖοι, Μαρκίου Φίγλου σφῶν ὑπατεύοντός τε καὶ ἐς τὸν πόλεμον ἡγουμένου. οἱ δὲ ἄρτι τοῦ Φίγλου παραστρατοπεδεύοντος τὰς φυλακὰς ἐνίκων ἐπίδραμόντες, καὶ αὐτὸν ἐκ τοῦ στρατοπέδου κατήραξαν ἐς πεδίον πρανές, μέχρι ἐπὶ Νάρωνα ποταμὸν ἧκεν ὑποφεύγων. ὡς δὲ οἱ μὲν ἀνεχώρουν, ἀρχὴ δὲ χειμῶνος ἦν, ὁ Φίγλος ἐλπίσας αὐτοῖς ἀδοκήτως ἐπιπεσεῖσθαι συνερρυηκότας ηὗρεν ἐκ τῶν πόλεων πρὸς τὴν ἔφοδον αὐτοῦ. καὶ συνήλασεν ὅμως ἐς πόλιν Δελμίνιον, ὅθεν ἄρα καὶ τὸ ὄνομα αὐτοῖς ἐς Δελματέας, εἶτα Δαλμάτας ἐτράπη. οὐδὲν δὲ πρὸς ἐχυρὰν πόλιν ἐξ ἐφόδου δυνάμενος, οὐδὲ μηχανήμασιν ἔχων χρῆσθαι διὰ τὸ ὕψος, ᾕρει τὰς ἄλλας ἐπιθέων, ἐρημοτέρας ἀνδρῶν ὑπὸ τῆς ἐς τὸ Δελμίνιον συνόδου γενομένας. εἶτα διπήχεας κορύνας πίσσῃ καὶ θείῳ καὶ στυππίῳ περιβαλὼν ἐς τὸ Δελμίνιον ἐκ καταπελτῶν ἐσφενδόνα. αἱ δʼ ὑπὸ τῆς ῥύμης ἐξεκαίοντο, καὶ φερόμεναι καθάπερ λαμπάδες ὅπου τύχοιεν ἐνεπίμπρασαν, ἕως πολλὰ μὲν κατεπρήσθη, καὶ τέλος ἄρα τοῦτο ἦν τότε Φίγλῳ τοῦ Δαλματῶν πολέμου. χρόνῳ δʼ ὕστερον Καικίλιος Μέτελλος ὑπατεύων οὐδὲν ἀδικοῦσι τοῖς Δαλμάταις ἐψηφίσατο πολεμεῖν ἐπιθυμίᾳ θριάμβου, καὶ δεχομένων αὐτὸν ἐκείνων ὡς φίλον διεχείμασε παρʼ αὐτοῖς ἐν Σαλώνῃ πόλει, καὶ ἐς Ῥώμην ἐπανῆλθε καὶ ἐθριάμβευσεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme