Thesauros Literature History Συριακή

Συριακή

Συριακή Appianus of Alexandria
3.12 ὁ δʼ Ἀντίοχος ἐκ Πισιδῶν ἐς τὴν Ἔφεσον ἐπανῄει, καὶ χρηματίσας τοῖς Ῥωμαίων πρέσβεσι Ῥοδίους μὲν καὶ Βυζαντίους καὶ Κυζικηνούς, καὶ ὅσοι ἄλλοι περὶ τὴν Ἀσίαν εἰσὶν Ἕλληνες, αὐτονόμους ἐπηγγείλατο ἐάσειν, εἰ γίγνοιντο αὑτῷ συνθῆκαι πρὸς Ῥωμαίους, Αἰολέας δὲ καὶ Ἴωνας οὐ συνεχώρει ὡς ἐκ πολλοῦ καὶ τοῖς βαρβάροις βασιλεῦσι τῆς Ἀσίας εἰθισμένους ὑπακούειν. οἱ μὲν δὴ Ῥωμαίων πρέσβεις ἐς οὐδὲν αὐτῷ συμβαίνοντες (οὐ γὰρ ἐπʼ ἔργῳ συμβάσεων ἐληλύθεσαν ἀλλʼ ἐς ἀπόπειραν) ᾤχοντο ἐς Ῥώμην· Ἀντιόχῳ δʼ ἧκον Αἰτωλῶν πρέσβεις, ὧν Θόας ἦρχεν, αὐτοκράτορά τε στρατηγὸν Αἰτωλῶν Ἀντίοχον ἀποφαίνοντες, καὶ διαπλεῖν ἐς τὴν Ἑλλάδα ἤδη παρακαλοῦντες ὡς ἐπὶ ἔργον ἕτοιμον. οὐδὲ εἴων ἀναμένειν τὴν στρατιὰν ἀπὸ τῆς Ἀσίας τῆς ἄνω κατιοῦσαν, ἀλλὰ τὰ Αἰτωλῶν ὑπερεπαίροντες, καὶ Λακεδαιμονίους ἐπαγγελλόμενοι σφίσι καὶ Φίλιππον ἐπὶ τοῖς Λακεδαιμονίοις τὸν Μακεδόνα, Ῥωμαίοις μηνίοντα, συμμαχήσειν, ἐπέσπερχον ἐς τὴν διάβασιν. ὁ δʼ ἠρεθίζετο μάλα κουφόνως, καὶ οὐδὲ τοῦ παιδὸς αὐτῷ προσαγγελθέντος ἐν Συρίᾳ τεθνάναι τῆς ὁρμῆς τι ἐνδούς, διέπλει μετὰ μυρίων ὧν τότε εἶχε μόνων ἐς Εὔβοιαν. καὶ τήνδε μὲν αὐτὸς παρεστήσατο ἅπασαν, ἐνδοῦσαν ὑπὸ ἐκπλήξεως· Μικιθίων δέ, αὐτοῦ στρατηγός, τοῖς περὶ Δήλιον Ῥωμαίοις ἐπιπεσὼν (ἱερὸν δʼ ἐστὶ τὸ χωρίον Ἀπόλλωνος) τοὺς μὲν αὐτῶν ἔκτεινε, τοὺς δʼ ἐζώγρησεν.
3.13 Ἀμύνανδρός τε, ὁ Ἀθαμάνων βασιλεύς, ἐς συμμαχίαν Ἀντιόχῳ συνῆλθε διὰ τοιᾶσδε προφάσεως. τῶν τις Μακεδόνων Ἀλέξανδρος, ἐν Μεγάλῃ πόλει τραφεὶς καὶ τῆς αὐτόθι πολιτείας ἀξιωθείς, ἐτερατεύετο γένος Ἀλεξάνδρῳ τῷ Φιλίππου προσήκειν, γενομένους τέ οἱ παῖδας ὠνόμασεν, ἐς πίστιν ὧν ἐλογοποίει, Φίλιππόν τε καὶ Ἀλέξανδρον καὶ Ἀπάμαν, ἣν Ἀμυνάνδρῳ πρὸς γάμον ἠγγύησεν. ἀγαγὼν δʼ αὐτὴν Φίλιππος ὁ ἀδελφὸς ἐς τὸν γάμον, ἐπεὶ τὸν Ἀμύνανδρον εἶδεν ἀσθενῆ καὶ πραγμάτων ἄπειρον, παρέμενε, τὴν ἀρχὴν διὰ τὸ κῆδος διοικῶν. τοῦτον οὖν τὸν Φίλιππον ὁ Ἀντίοχος τότε ἐπελπίζων ἐς τὴν Μακεδόνων ἀρχὴν ὡς οἰκείαν οἱ κατάξειν, προσέλαβε τοὺς Ἀθαμᾶνας ἐς τὴν συμμαχίαν, ἐπὶ δʼ αὐτοῖς καὶ Θηβαίους, αὐτὸς ἐς Θήβας παρελθών τε καὶ δημηγορήσας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme