3.15
Ῥωμαῖοι δʼ ἐπεὶ τῆς ἐσβολῆς τῆς ἐς τὴν Ἑλλάδα Ἀντιόχου καὶ τῶν ἐπὶ Δηλίου Ῥωμαίων ἀναιρέσεώς τε καὶ αἰχμαλωσίας ἐπύθοντο, πολεμεῖν ἐψηφίσαντο. οὕτω μὲν ὁ Ἀντιόχου τε καὶ Ῥωμαίων πόλεμος, ἐκ πολλοῦ διʼ ὑπονοίας ἀλλήλοις γενόμενος, τότε πρῶτον ἀπερρήγνυτο ἐς ἔργον· οἷα δʼ Ἀντιόχου τῆς τε Ἀσίας τῆς ἄνω πολλῶν καὶ μεγάλων ἐθνῶν καὶ τῆς ἐπὶ θαλάσσῃ, χωρὶς ὀλίγων, ὅλης ἐπικρατοῦντος, ἔς τε τὴν Εὐρώπην διαβεβηκότος ἤδη, καὶ δόξαν ἐπίφοβον καὶ παρασκευὴν ἱκανὴν ἔχοντος, πολλά τε ἄλλα καθʼ ἑτέρων ἐξειργασμένου λαμπρά, διʼ ἃ καὶ μέγας ἦν ἐπώνυμον αὐτῷ, τὸν πόλεμον οἱ Ῥωμαῖοι χρόνιον σφίσι καὶ μέγαν ἔσεσθαι προσεδόκων. φίλιππόν τε τὸν Μακεδόνα διʼ ὑποψίας εἶχον, ἄρτι ὑπὸ σφῶν καταπεπολεμημένον, καὶ Καρχηδονίους, μὴ οὐ πιστοὶ σφίσιν ὦσιν ἐπὶ ταῖς συνθήκαις, Ἀννίβου συνόντος Ἀντιόχῳ. τούς τε ἄλλους σφῶν ὑπηκόους ὑπονοοῦντες, μὴ καὶ παρὰ τούτων τι νεώτερον ἐς τὴν Ἀντιόχου δόξαν γένοιτο, στρατιὰν ἐς ἅπαντας, ἐφεδρεύειν εἰρηνικῶς αὐτοῖς, καὶ στρατηγοὺς ἐπὶ τῇ στρατιᾷ, περιέπεμπον, οὓς αὐτοὶ καλοῦσιν ἑξαπελέκεας, ὅτι τῶν ὑπάτων δυώδεκα πελέκεσι καὶ δυώδεκα ῥάβδοις, ὥσπερ οἱ πάλαι βασιλεῖς, χρωμένων, τὸ ἥμισυ τῆς ἀξιώσεως ἔστι τοῖσδε τοῖς στρατηγοῖς καὶ τὰ ἡμίσεα παράσημα. ὡς δʼ ἐν μεγάλῳ φόβῳ, καὶ περὶ τῆς Ἰταλίας ἐδείμαινον, μὴ οὐδʼ αὐτὴ σφίσιν ᾖ πιστὴ ἢ βέβαιος ἐπʼ Ἀντιόχῳ. πεζὸν δὴ πολὺν ἐς Τάραντα διέπεμπον, ἐφεδρεύειν τοῖς ἐπιοῦσι, καὶ νεῶν στόλος τὴν παράλιον περιέπλει. τοσόσδε φόβος ἦν Ἀντιόχου τὰ πρῶτα. ὡς δὲ αὐτοῖς τὰ ἐς τὴν ἀρχὴν συνετετάχατο πάντα, ἐπʼ αὐτὸν Ἀντίοχον ἤδη κατέλεγον ἀπὸ μὲν σφῶν αὐτῶν ἐς δισμυρίους ἄνδρος, ἀπὸ δὲ τῶν συμμάχων τὸ διπλάσιον, ὡς ἅμα τῷ ἦρι τὸν Ἰόνιον διαβαλοῦντες.