Thesauros Literature History Συριακή

Συριακή

Συριακή Appianus of Alexandria
4.17 Ῥωμαῖοι δʼ ὑπὸ σπουδῆς τοῖς τότε ἑτοίμοις ἱππεῦσι δισχιλίοις καὶ πεζοῖς δισμυρίοις καὶ ἐλέφασί τισιν, ἡγουμένου σφῶν Ἀκιλίου Μανίου Γλαβρίωνος, ἐς Ἀπολλωνίαν ἐκ Βρεντεσίου διαβαλόντες ἐπὶ Θεσσαλίας ἐβάδιζον καὶ τὰς πόλεις ἐξέλυον τῶν πολιορκιῶν, ἐν ὅσαις δʼ ἦσαν ἤδη Ἀθαμάνων φρουραί, τὰς φρουρὰς ἐξέβαλλον. καὶ τὸν Μεγαλοπολίτην Φίλιππον αἰχμάλωτον ἔλαβον, ἐλπίζοντα ἔτι τὴν Μακεδόνων ἀρχήν. εἷλον δὲ καὶ τῶν Ἀντιοχείων ἐς τρισχιλίους. ἅμα δὲ ταῦτα ὁ Μάνιος εἰργάζετο, καὶ ὁ Φίλιππος ἐς Ἀθαμανίαν ἐμβαλὼν πᾶσαν αὐτὴν ὑπήκοον ἔλαβεν, Ἀμυνάνδρου φυγόντος ἐς Ἀμβρακίαν. ὧν ὁ Ἀντίοχος αἰσθανόμενός τε, καὶ τὴν ὀξύτητα τῶν γιγνομένων καταπλαγείς, ἔδεισεν ὡς ἐπὶ αἰφνιδίῳ καὶ ταχείᾳ μεταβολῇ, καὶ τῆς εὐβουλίας Ἀννίβου τότε ᾔσθετο, ἔς τε τὴν Ἀσίαν ἄλλους ἐπʼ ἄλλοις ἔπεμπεν ἐπισπέρχειν Πολυξενίδαν ἐς τὴν διάβασιν, αὐτὸς δʼ ὅσους εἶχε, πανταχόθεν συνεκάλει. γενομένων δʼ αὐτῷ τῶν μὲν οἰκείων πεζῶν μυρίων καὶ ἱππέων πεντακοσίων, ἐπὶ δὲ τούτοις καὶ τινῶν συμμάχων, Θερμοπύλας κατέλαβεν ὡς τὴν δυσχωρίαν προβαλούμενος τοῖς πολεμίοις καὶ τὸν στρατὸν ἐκ τῆς Ἀσίας ἀναμενῶν. δίοδος δʼ ἐστὶν αἱ Θερμοπύλαι στενὴ καὶ ἐπιμήκης, καὶ αὐτὴν περιέχει τῇ μὲν θάλασσα τραχεῖα καὶ ἀλίμενος, τῇ δὲ ἕλος ἄβατόν τε καὶ βαραθρῶδες. κορυφαί τε εἰσὶν ἐν αὐτῇ δύο ὀρῶν ἀπόκρημνοι, καὶ τούτων μὲν Τειχιοῦντα καλοῦσι τὴν δὲ Καλλίδρομον. ἔχει δὲ ὁ τόπος θερμῶν ὑδάτων πηγάς, καὶ Θερμοπύλαι ἀπὸ τοῦδʼ ἐπικλῄζονται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme