4.18
τεῖχος οὖν ἐνταῦθα διπλοῦν ὁ Ἀντίοχος ᾠκοδομήσατο, καὶ τὰς μηχανὰς ἐπὶ τὸ τεῖχος ἐπέθηκεν. ἔς τε τὰς κορυφὰς τῶν ὀρῶν Αἰτωλοὺς ἀνέπεμψε, μή τις λάθοι κατὰ τὴν λεγομένην ἀτραπὸν περιελθών, ᾗ δὴ καὶ Λακεδαιμονίοις τοῖς ἀμφὶ Λεωνίδαν Ξέρξης ἐπέθετο, ἀφυλάκτων τότε τῶν ὀρῶν ὄντων. Αἰτωλοὶ δὲ χιλίους μὲν ἑκατέρῳ τῶνδε τῶν ἄκρων ἐπέστησαν, τοῖς δὲ λοιποῖς ἐστρατοπέδευον ἐφʼ ἑαυτῶν περὶ πόλιν Ἡράκλειαν. ὁ δὲ Μάνιος ἐπεὶ κατεῖδε τὴν τῶν πολεμίων παρασκευήν, σημεῖον ἔδωκεν ἐς ἕω μάχης· καὶ δύο τῶν χιλιάρχων, Μᾶρκον Κάτωνα καὶ Λεύκιον Οὐαλέριον, ἐκέλευσε νυκτός, ἐπιλεξαμένους ἑκάτερον ὁπόσους ἐθέλοι, τὰ ὄρη περιελθεῖν καὶ τοὺς Αἰτωλοὺς ἀπὸ τῶν ἄκρων, ὅπῃ δύναιντο, βιάσασθαι. τούτων ὁ μὲν Λεύκιος ἀπεκρούσθη τοῦ Τειχιοῦντος, ἀγαθῶν ἐνταῦθα τῶν Αἰτωλῶν γενομένων· ὁ δὲ Κάτων τῷ Καλλιδρόμῳ παραστρατοπεδεύσας, κοιμωμένοις ἔτι τοῖς ἐχθροῖς ἐπέπεσε περὶ ἐσχάτην φυλακήν, καὶ πολὺς ἀμφʼ αὐτὸν ἐγίγνετο ἀγών, βιαζόμενον ἐς ὑψηλὰ καὶ ἀπόκρημνα κωλυόντων τῶν πολεμίων. ἤδη δὲ καὶ Μάνιος ἐπῆγε τὴν στρατιὰν Ἀντιόχῳ κατὰ μέτωπον, ἐς λόχους ὀρθίους διῃρημένην· ὧδε γὰρ μόνως ἐν στενοῖς ἐδύνατο. καὶ ὁ βασιλεὺς τοὺς μὲν ψιλοὺς καὶ πελταστὰς προμάχεσθαι τῆς φάλαγγος ἐκέλευσεν, αὐτὴν δʼ ἔστησε πρὸ τοῦ στρατοπέδου, ἐπὶ δεξιὰ δʼ αὐτῆς τοὺς σφενδονήτας καὶ τοξότας ἐπὶ τῶν ὑπωρειῶν, τοὺς δʼ ἐλέφαντας ἐν ἀριστερᾷ, καὶ τὸ στῖφος ὃ μετʼ αὐτῶν ἀεὶ συνετάσσετο, παρὰ τῇ θαλάσσῃ.