Thesauros Literature History Συριακή

Συριακή

Συριακή Appianus of Alexandria
4.21 καὶ τάδε μὲν ἦν ἐν ἄστει, Μάνιος δὲ Φωκέας μὲν καὶ Χαλκιδέας, καὶ ὅσοι ἄλλοι τῷ Ἀντιόχῳ συνεπεπράχεσαν, δεομένους ἀπέλυσε τοῦ δέους, τὴν δʼ Αἰτωλίαν αὐτός τε καὶ Φίλιππος ἐδῄουν, καὶ τὰς πόλεις ἐπολιόρκουν. Δαμόκριτόν τε τὸν στρατηγὸν τῶν Αἰτωλῶν ἐνταῦθα ὁ Μάνιος ἔλαβε κρυπτόμενον, ὃς Φλαμινίνῳ παρὰ τὸν Τίβεριν ἠπείλει στρατοπεδεύσειν. ὁ μὲν δὴ Μάνιος ἐπὶ Καλλιπόλεως διώδευε τὸ ὄρος ὃ καλοῦσι Κόρακα, ὑψηλότατόν τε ὀρῶν καὶ δυσόδευτον καὶ ἀπόκρημνον, μετὰ στρατοῦ βαρυτάτου τε καὶ λαφύρων καταγόμου· πολλοὶ δʼ ἐξέπιπτον ὑπὸ τῆς δυσοδίας ἐς τὰ ἀπόκρημνα, καὶ σκεύεσιν αὐτοῖς καὶ ὅπλοις κατεφέροντο. καὶ αὐτοὺς δυνηθέντες ἂν οἱ Αἰτωλοὶ συνταράξαι οὐδὲ ὤφθησαν, ἀλλʼ ἐς Ῥώμην περὶ εἰρήνης ἐπρέσβευον. Ἀντίοχος δὲ τὴν στρατιὰν ἀπὸ τῶν ἄνω σατραπειῶν κατὰ σπουδὴν ἐπὶ θάλασσαν ἐκάλει, καὶ τὰς ναῦς ἐπεσκεύαζε, ναυαρχοῦντος αὐτῷ Πολυξενίδου Ῥοδίου φυγάδος. ἔς τε Χερρόνησον διαπλεύσας πάλιν αὐτὴν ὠχύρου, καὶ Σηστὸν καὶ Ἄβυδον ἐκρατύνετο, διʼ ὧν ἔδει τὴν φάλαγγα τὴν Ῥωμαίων ἐς τὴν Ἀσίαν ὁδεῦσαί τε καὶ περᾶσαι. Λυσιμάχειαν δὲ ταμιεῖον τῷδε τῷ πολέμῳ ποιούμενος, ὅπλα καὶ σῖτον πολὺν ἐς αὐτὴν συνέφερεν, ἡγούμενος αὐτίκα οἱ Ῥωμαίους πεζῷ τε πολλῷ καὶ ναυσὶν ἐπιθήσεσθαι. οἱ δὲ Μανίῳ μὲν αἱροῦνται διάδοχον ἐπὶ τὴν στρατηγίαν Λεύκιον Σκιπίωνα, ὃς τότε αὐτοῖς ὕπατος ἦν, ἀπράκτῳ δʼ ὄντι καὶ ἀπειροπολέμῳ σύμβουλον αἱροῦνται τὸν ἀδελφὸν Πόπλιον Σκιπίωνα τὸν Καρχηδονίους ἀφελόμενον τὴν ἡγεμονίαν καὶ πρῶτον ὀνομασθέντα Ἀφρικανόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme