5.25
καὶ ἐπὶ τῇδε τῇ νίκῃ Φώκαια αὖθις καὶ Σάμος καὶ Κύμη πρὸς Ἀντίοχον μετετίθεντο. δείσας δʼ ὁ Λίουιος περὶ τῶν σφετέρων νεῶν, ἃς ἐν τῇ Αἰολίδι κατελελοίπει, κατὰ σπουδὴν ἐς αὐτὰς ἐπανῄει. καὶ Εὐμένης πρὸς αὐτὸν ἠπείγετο, Ῥόδιοί τε Ῥωμαίοις ναῦς ἑτέρας εἴκοσιν ἔπεμπον. μικρὸν δὲ διαλιπόντες ἅπαντες ἀνεθάρρησαν, καὶ ἐπὶ τὴν Ἔφεσον ἔπλεον ἐς ναυμαχίαν ἐσκευασμένοι. οὐδενὸς δʼ αὐτοῖς ἀντεπιπλέοντος, τὸ μὲν ἥμισυ τῶν νεῶν ἐς ἐπίδειξιν ἔστησαν ἐν μέσῃ τῇ θαλάσσῃ μέχρι πολλοῦ, ταῖς δʼ ὑπολοίποις ἐς τὴν πολεμίαν καταχθέντες ἐπόρθουν, μέχρι Νίκανδρος αὐτοῖς ἐκ τῆς μεσογείας ἐπιπεσὼν τήν τε λείαν ἀφείλετο καὶ ἐς τὰς ναῦς κατεδίωξεν.