6.29
οἱ δὲ Σκιπίωνες ἐπεὶ τὴς ἀναχωρήσεως αὐτοῦ ἐπύθοντο, Λυσιμάχειάν τε δρόμῳ κατέλαβον, καὶ τῶν ἐν Χερρονήσῳ θησαυρῶν τε καὶ ὅπλων κρατήσαντες τὸν Ἑλλήσποντον ἔρημον ὄντα φυλακῆς εὐθὺς ἐπέρων μετὰ σπουδῆς, ἔφθασάν τε Ἀντίοχον ἔτι ἀγνοοῦντα ἐν Σάρδεσι γενόμενοι. ὁ δʼ ἐκπλαγεὶς ἐβαρυθύμει, καὶ τὰ ἴδια αὑτοῦ ἁμαρτήματα ἐς τὸ δαιμόνιον ἀνατιθεὶς Ἡρακλείδην τὸν Βυζάντιον ἔπεμπεν ἐς τοὺς Σκιπίωνας ἐπὶ διαλύσεσι τοῦ πολέμου, Σμύρναν τε καὶ Ἀλεξάνδρειαν αὐτοῖς διδοὺς τὴν ἐπὶ Γρανίκῳ καὶ Λάμψακον, διʼ ἃς ἦρξεν αὐτοῖς ὁ πόλεμος, καὶ τὸ ἥμισυ τῆς δαπάνης τοῦδε τοῦ πολέμου. ἐνετέλλετο δέ, εἰ δέοι, καὶ τῶν Ἰάδων πόλεων δοῦναι καὶ τῶν Αἰολίδων ὅσαι τὰ Ῥωμαίων ἐν τῷδε τῷ ἀγῶνι εἵλοντο, καὶ εἴ τι ἄλλο αἰτοῖεν οἱ Σκιπίωνες. ταῦτα μὲν εἶχεν ἐς τὸ φανερὸν λέγειν ὁ Ἡρακλείδης, ἰδίᾳ δὲ πρὸς Πόπλιον Σκιπίωνα ἔφερε παρʼ Ἀντιόχου χρημάτων τε πολλῶν ὑποσχέσεις καὶ τοῦ παιδὸς ἀφέσεις. ᾑρήκει γὰρ αὐτὸν ἐν τῇ Ἑλλάδι ὁ Ἀντίοχος, ἐς Δηματριάδα ἐκ Χαλκίδος διαπλέοντα· καὶ ἦν ὁ παῖς Σκιπίων ὁ Καρχηδόνα ὕστερον ἑλών τε καὶ κατασκάψας, καὶ δεύτερος ἐπὶ τῷδε τῷ Σκιπίωνι Ἀφρικανὸς ὀνομασθείς, Παύλου μὲν υἱὸς ὢν τοῦ Περσέα τὸν Μακεδόνα ἑλόντος, Σκιπίωνος δὲ τῷ γένει θυγατριδοῦς καὶ θέσει παῖς. κοινῇ μὲν οὖν οἱ Σκιπίωνες τῷ Ἡρακλείδῃ τήνδε ἔδοσαν τὴν ἀπόκρισιν, ἐὰν ὁ Ἀντίοχος εἰρήνης δέηται, μὴ τῶν Ἰάδων μηδὲ τῶν Αἰολίδων αὐτὸν ἐκστῆναι πόλεων, ἀλλὰ πάσης τῆς ἐπὶ τάδε Ταύρου, καὶ τὴν δαπάνην τοῦ πολέμου πᾶσαν ἐσενεγκεῖν, διʼ αὐτὸν γενομένου. ἰδιᾳ δὲ ὁ Πόπλιος ἔφη τῷ Ἡρακλείδῃ Ῥωμαίους, εἰ μὲν ἔτι Χερρονήσου καὶ Λυσιμαχείας κρατῶν ὁ Ἀντίοχος ταῦτα προύτεινεν, ἀσμένως ἂν λαβεῖν· τάχα δʼ εἰ καὶ μόνον ἔτι τοῦ Ἑλλησπόντου τὸν διάπλουν ἐφύλασσε· νῦν δʼ αὐτοὺς ἤδη περάσαντάς τε καὶ ἐν ἀσφαλεῖ γενομένους, καὶ τὸν χαλινόν, φασίν, ἐνθέντας, καὶ ἐπὶ τῷ χαλινῷ τὸν ἵππον ἀναβάντας, οὐκ ἀνέξεσθαι διαλύσεων ἐπʼ ὀλίγοις. αὐτὸς δὲ χάριν εἰδέναι τῷ βασιλεῖ τῆς προαιρέσεως, καὶ μᾶλλον εἴσεσθαι λαβὼν τὸν υἱόν· ἀμείβεσθαι δʼ αὐτὸν ἤδη, καὶ συμβουλεύειν δέχεσθαι τὰ προτεινόμενα πρὶν ἐς πεῖραν ἐλθεῖν μειζόνων ἐπιταγμάτων.