6.30
ὁ μὲν δὴ Πόπλιος ταῦτα εἰπὼν ἐς Ἐλαίαν νοσηλευόμενος ὑπεχώρει, σύμβουλον τῷ ἀδελφῷ Γναῖον Δομίτιον καταλιπών· ὁ δʼ Ἀντίοχος, οἷόν τι καὶ Φίλιππος ὁ Μακέδων, οἰηθεὶς τῶνδε τῶν ἐπιταγμάτων πλέον οὐδὲν αὑτοῦ τὸν πόλεμον ἀφαιρήσεσθαι, συνέτασσε ἀπὸ τῶν πολεμίων, καὶ Σκιπίωνι τὸν υἱὸν ἀπέπεμπεν ἐς Ἐλαίαν. ὁ δὲ τοῖς ἄγουσι συνεβούλευε μὴ μάχεσθαι τὸν Ἀντίοχον ἕως αὐτὸς ἐπανέλθοι. καὶ τῷδε πεισθεὶς ὁ Ἀντίοχος μετεστρατοπέδευσεν ἀμφὶ τὸ ὄρος τὸ Σίπυλον, τεῖχός τε καρτερὸν τῷ στρατοπέδῳ περιετείχιζε, καὶ τὸν Φρύγιον ποταμὸν ἐν προβολῇ τοῖς πολεμίοις ἐτίθετο, ἵνα μηδʼ ἄκων ἀναγκάζοιτο πολεμεῖν. Δομίτιος δὲ φιλοτιμούμενος τὸν πόλεμον ἐφʼ ἑαυτοῦ κριθῆναι, τὸν ποταμὸν ἐπέρα μάλα θρασέως, καὶ σταδίους εἴκοσιν ἀπʼ Ἀντιόχου διασχὼν ἐστρατοπέδευσεν. τέσσαρσί τε ἡμέραις ἐφεξῆς ἐξέτασσον ἑκάτεροι παρὰ τὸν χάρακα τὸν ἑαυτῶν, καὶ μάχης οὐ κατῆρχον. τῇ πέμπτῃ δὲ ὁ Δομίτιος ἐξέτασσεν αὖθις καὶ ἐπέβαινε σοβαρῶς. οὐκ ἀντεπιόντος δὲ τοῦ Ἀντιόχου, τότε μὲν ἐγγυτέρω μετεστρατοπέδευσε, μίαν δὲ ἄλλην διαλιπὼν ἐκήρυσσεν ἐς ἐπήκοον τῶν πολεμίων ἐς αὔριον Ἀντιόχῳ καὶ ἄκοντι πολεμήσειν. ὁ δὲ συνταραχθεὶς αὖθις μεθίει τὰ δόξαντα, καὶ δυνηθεὶς ἂν ἑστάναι μόνον ὑπὸ τὸ τεῖχος ἢ καλῶς αὐτὸν ἀπὸ τοῦ τείχους ἀπομάχεσθαι μέχρι ῥαΐσειεν ὁ Πόπλιος, αἰσχρὸν ἡγεῖτο μετὰ πλειόνων φυγομαχεῖν· ὅθεν ἐς μάχην παρέτασσεν.