Thesauros Literature History Συριακή

Συριακή

Συριακή Appianus of Alexandria
6.31 καὶ ἐξῆγον ἔτι νυκτὸς ἄμφω περὶ ἐσχάτην φυλακήν, διεκόσμει δʼ αὐτῶν ἑκάτερος ὧδε. τὸ μὲν λαιὸν εἶχον ὁπλῖται Ῥωμαίων μύριοι, παρὰ τὸν ποταμὸν αὐτόν· καὶ μετʼ ἐκείνους ἦσαν Ἰταλῶν ἕτεροι μύριοι, τρεῖς ἑκατέρων τάξεις ἐπὶ βάθος. ἐπὶ δὲ τοῖς Ἰταλοῖς ὁ Εὐμένους στρατὸς ἐτάσσετο, καὶ Ἀχαιῶν πελτασταὶ περὶ τρισχιλίους. ὧδε μὲν εἶχε τὸ λαιόν, τὸ δεξιὸν δʼ ἦν ἱππεῖς, οἵ τε Ῥωμαίων καὶ Ἰταλῶν καὶ Εὐμένους, οὐ πλείους οὐδʼ οὗτοι τρισχιλίων. ἀνεμεμίχατο δʼ ἅπασι ψιλοί τε καὶ τοξόται πολλοί, καὶ ἀμφὶ τὸν Δομίτιον αὐτὸν ἦσαν ἱππέων ἶλαι τέσσαρες. οὕτω μὲν ἐγίγνοντο πάντες ἐς τρισμυρίους, ἐπεστάτει δὲ τοῦ μὲν δεξιοῦ Δομίτιος αὐτός, καὶ ἐς τὸ μέσον αὐτὸν ἵστη τὸν ὕπατον, τὸ δὲ λαιὸν ἔδωκεν Εὐμένει. τῶν δʼ ἐλεφάντων, οὓς εἶχεν ἐκ Λιβύης, οὐδένα νομίζων ἔσεσθαι χρήσιμον ὀλιγωτέρων τε ὄντων καὶ βραχυτέρων οἷα Λιβύων (δεδίασι δʼ οἱ σμικρότεροι τοὺς μείζονας), ἔστησεν ὀπίσω πάντας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme