6.34
ὁ δʼ Εὐμένης, ἐπεὶ τὰ πρῶτα καλῶς ἐπέπρακτο αὐτῷ, καὶ τὸ μεταίχμιον, ὅσον αἵ τε κάμηλοι καὶ τὰ ἅρματα ἐπεῖχεν, ἐγεγύμνωτο, τοὺς ἰδίους ἱππέας, καὶ ὅσοι Ῥωμαίων αὐτῷ καὶ Ἰταλῶν παρετετάχατο, ἐπῆγεν ἐπὶ τοὺς ἀντικρὺ Γαλάτας τε καὶ Καππαδόκας καὶ τὴν ἄλλην σύνοδον τῶν ξένων, μέγα κεκραγὼς καὶ παρακαλῶν ἐπὶ ἄνδρας ἀπείρους τε μάχης καὶ γεγυμνωμένους τῶν προπολεμούντων. οἱ δʼ ἐπείθοντο, καὶ βαρείας σφῶν τῆς ἐμβολῆς γενομένης τρέπονται τούτους τε καὶ τοὺς παρεζευγμένους αὐτοῖς ἱππέας τε καὶ καταφράκτους, ἐκ πολλοῦ ταρασσομένους διὰ τὰ ἅρματα· οὓς δὴ καὶ μάλιστα, διὰ τὸ βάρος ὑποφεύγειν ἢ ἀναστρέφειν εὐμαρῶς οὐ δυναμένους, κατελάμβανόν τε καὶ συνέκοπτον. καὶ τάδε μὲν ἦν περὶ τὸ λαιὸν τῆς φάλαγγος τῶν Μακεδόνων· ἐν δεξιᾷ δέ, ᾗπερ αὐτὸς ὁ Ἀντίοχος ἐτέτακτο, διακόψας τὸ σύνταγμα τῆς Ρ̓ωμαίων φάλαγγος ἀπέσπασεν ἐπὶ πολὺ διώκων.