Thesauros Literature History Συριακή

Συριακή

Συριακή Appianus of Alexandria
6.35 καὶ ἡ φάλαγξ ἡ τῶν Μακεδόνων, τεταγμένη μέν, ὡς μεθʼ ἱππέων, ἐπὶ στενοῦ τε καὶ τετραγώνου, γεγυμνωμένη δὲ τῶν ἱππέων ἑκατέρωθεν, τοὺς μὲν ψιλοὺς τοὺς ἐπὶ τοῦ μετώπου σφῶν ἔτι προπολεμοῦντας διαστᾶσα ἐς αὑτὴν ἐδέξατο καὶ πάλιν συνῄει, Δομιτίου δʼ αὐτὴν ἱππεῦσι πολλοῖς καὶ ψιλοῖς εὐμαρῶς, οἷα πλινθίον πυκνόν, κυκλώσαντος, οὔτʼ ἐκδραμεῖν ἔτι ἔχουσα οὔτʼ ἐξελίξαι βάθος οὕτω πολύ, μάλα καρτερῶς ἐκακοπάθει. καὶ ἠγανάκτουν αὐτοὶ μὲν ταῖς ἐμπειρίαις οὐδὲν ἔχοντες ἔτι χρῆσθαι, τοῖς δὲ πολεμίοις εὔβλητοι καὶ ἐπιτυχεῖς πανταχόθεν ὄντες. ὅμως δὲ τὰς σαρίσσας ἐκ τετραγώνου προβαλλόμενοι πυκνὰς προὐκαλοῦντο Ῥωμαίους ἐς χεῖρας ἐλθεῖν, καὶ δόξαν ἐπιβαινόντων ἀεὶ παρεῖχον. οὐ μήν τι προεπήδων, πεζοί τε καὶ βαρεῖς ὄντες ὑπὸ τῶν ὅπλων, καὶ τοὺς πολεμίους ἐπὶ ἵππων ὁρῶντες, μάλιστα δὲ ἵνα μὴ τὸ τῆς τάξεως πυκνὸν ἐκλύσειαν· μετατάξασθαι γὰρ ἑτέρως οὐκ ἔφθανον. Ῥωμαῖοι δʼ αὐτοῖς οὐ προσεπέλαζον μέν, οὐδʼ ἐς χεῖρας ᾔεσαν, δεδιότες ἀνδρῶν ἠσκημένων ἐμπειρίαν τε καὶ πυκνότητα καὶ ἀπόγνωσιν, περιθέοντες δὲ ἐσηκόντιζόν τε καὶ ἐσετόξευον. καὶ οὐδὲν ἦν ἀχρεῖον ὡς ἐν ὀλίγῳ πολλῶν συνεστώτων. οὐ γὰρ εἶχον οὔτε ἐκκλῖναι τὰ βαλλόμενα οὔτε φερομένοις διαστῆναι. ὅθεν ἤδη πολλὰ κάμνοντες ἐνεδίδοσαν ὑπὸ τῆς ἀπορίας, καὶ βάδην ὑπεχώρουν σὺν ἀπειλῇ, πάνυ εὐσταθῶς καὶ Ῥωμαίοις ἐπιφόβως· οὐδὲ γὰρ τότε προσπελάζειν αὐτοῖς ἐτόλμων, ἀλλὰ περιθέοντες ἔβλαπτον, μέχρι, τῶν ἐλεφάντων ἐν τῇ Μακεδόνων φάλαγγι συνταραχθέντων τε καὶ οὐχ ὑπακουόντων ἔτι τοῖς ἐπιβάταις, ὁ κόσμος ὁ τῆς φυγῆς συνεχεῖτο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme