7.38
τοιάδε μὲν δὴ καὶ Ῥωμαῖοι περὶ σφῶν ἐμεγαλαύχουν· ὁ δὲ ὕπατος, ἐπεὶ αὐτῷ ῥαΐσας ὁ ἀδελφὸς Πόπλιος ἦλθεν ἀπὸ τὴς Ἐλαίας, ἐχρημάτιζε τοῖς Ἀντιόχου πρέσβεσιν. οἱ μὲν δὴ μαθεῖν ἠξίουν ὅ τι ποιῶν ὁ βασιλεὺς Ἀντίοχος ἔσται Ῥωμαίοις φίλος· ὁ δὲ Πόπλιος αὐτοῖς ὧδε ἀπεκρίνατο· αἴτιος μὲν αὑτῷ διὰ πλεονεξίαν Ἀντίοχος καὶ τῶν νῦν καὶ τῶν πρότερον γεγονότων, ὃς ἀρχὴν μεγίστην ἔχων τε, καὶ Ῥωμαίων αὐτὸν ἐώντων ἔχειν, Πτολεμαίου συγγενοῦς ἰδίου καὶ Ῥωμαίοις φίλου Συρίαν τὴν κοίλην ἀφείλετο, καὶ ἐς τὴν Εὐρώπην οὐδὲν αὐτῷ προσήκουσαν ἐμβαλὼν Θρᾴκην κατεστρέφετο καὶ Χερρόνησον ὠχύρου καὶ Λυσιμάχειαν ἤγειρεν, ἔς τε τὴν Ἑλλάδα διελθὼν ἐδουλοῦτο τοὺς Ἕλληνας ὑπὸ Ῥωμαίων ἄρτι αὐτονόμους ἀφειμένους, μέχρι περὶ Θερμοπύλας ἡττήθη μάχῃ. καὶ φυγὼν οὐδʼ ὣς ἔληξε τῆς πλεονεξίας, ἀλλὰ κἀν τῇ θαλάττῃ πολλάκις ἐλαττωθεὶς σπονδῶν μέν, ἄρτι τὸν Ἑλλήσποντον ἡμῶν πεπερακότων, ἐδεήθη, διὰ δὲ ὑπεροψίαν τὰ προτεινόμενα ὑπερεῖδε, καὶ στράτευμα αὖθις πολὺ καὶ παρασκευὴν ἄπειρον ἐφʼ ἡμᾶς συναγαγὼν ἐπολέμει, βιαζόμενος ἐς πεῖραν ἐλθεῖν τοῖς ἀμείνοσι, μέχρι συνηνέχθη μεγάλῳ κακῷ. ἡμᾶς δὲ εἰκὸς μὲν ἦν αὐτῷ μείζονα τὴν ζημίαν ἐπιθεῖναι, βιασαμένῳ πολλάκις Ῥωμαίοις ἐς χεῖρας ἐλθεῖν· ἀλλʼ οὐχ ὑβρίζομεν ταῖς εὐπραξίαις, οὐδʼ ἐπιβαροῦμεν τοῖς ἑτέρων ἀτυχήμασιν. δίδομεν δὲ ὅσα καὶ πρότερον αὐτῷ προὐτείνομεν, μικρὰ ἄττα προσθέντες, ὅσα καὶ ἡμῖν ἔσται χρήσιμα καὶ αὐτῷ λυσιτελῆ πρὸς τὸ μέλλον ἐς ἀσφάλειαν, ἀπέχεσθαι μὲν αὐτὸν τῆς Εὐρώπης ὅλης καὶ Ἀσίας τῶν ἐπὶ τάδε τοῦ Ταύρου (καὶ τούτοις ὅροι τεθήσονται), παραδοῦναι δʼ ἐλέφαντας ὅσους ἔχει καὶ ναῦς ὅσας ἂν ἐπιτάξωμεν, ἔς τε λοιπὸν ἐλέφαντας μὲν οὐκ ἔχειν, ναῦς δὲ ὅσας ἂν ὁρίσωμεν, δοῦναι δὲ καὶ εἴκοσιν ὅμηρα, ἃ ἂν ὁ στρατηγὸς ἐπιγράψῃ, καὶ χρήματα ἐς τὴν τοῦδε τοῦ πολέμου δαπάνην, διʼ αὐτὸν γενομένου, τάλαντα Εὐβοϊκὰ αὐτίκα μὲν ἤδη πεντακόσια, καὶ ὅταν τάσδε τὰς σπονδὰς ἡ σύγκλητος ἐπιψηφίσῃ, δισχίλια καὶ πεντακόσια, δώδεκα δʼ ἔτεσιν ἄλλοις ἕτερα μύρια καὶ δισχίλια, τὸ μέρος ἑκάστου ἔτους ἀναφέροντα ἐς Ῥώμην· ἀποδοῦναι δʼ ἡμῖν αἰχμάλωτα καὶ αὐτόμολα πάντα, καὶ Εὐμένει ὅσα λοιπὰ τῆς πρὸς Ἄτταλον τὸν Εὐμένους πατέρα συνθήκης ἔχει. ταῦτα Ἀντιόχῳ πράττοντι ἀδόλως δίδομεν εἰρήνην τε καὶ φιλίαν, ὅταν ἡ σύγκλητος ἐπιψηφίσῃ.