Thesauros Literature History Συριακή

Συριακή

Συριακή Appianus of Alexandria
7.39 τοσάδε προύτεινεν ὁ Σκιπίων, καὶ πάντα ἐδέχοντο οἱ πρέσβεις. το τε μέρος αὐτίκα τῶν χρημάτων καὶ τὰ εἴκοσιν ὅμηρα ἐκομίζετο, καὶ ἦν αὐτῶν Ἀντίοχος ο νεώτερος υἱὸς Ἀντιόχου. ἐς δὲ τὴν Ῥώμην οἵ τε Σκιπίωνες καὶ ὁ Ἀντίοχος πρέσβεις ἔπεμπον, καὶ ἡ βουλὴ τοῖς ἐγνωσμένοις συνετίθεντο. καὶ ἐγράφοντο συνθῆκαι τοὺς Σκιπίωνος λόγους βεβαιοῦσαί τε καὶ περὶ τῶν ἀορίστων ἐπιλέγουσαι, καὶ βραχέα ἄττα προσεπιλαμβάνουσαι, ὅρον μὲν Ἀντιόχῳ τῆς ἀρχῆς εἶναι δύο ἄκρας, Καλύκαδνόν τε καὶ Σαρπηδόνιον, καὶ τάσδε μὴ παραπλεῖν Ἀντίοχον ἐπὶ πολέμῳ, ναῦς δὲ καταφράκτους ἔχειν δώδεκα μόνας, αἷς ἐς τοὺς ὑπηκόους πολέμου κατάρχειν· πολεμούμενον δὲ καὶ πλέοσι χρῆσθαι· μηδένα δʼ ἐκ τῆς Ῥωμαίων ξενολογεῖν, μηδὲ φυγάδας ἐξ αὐτῆς ὑποδέχεσθαι, καὶ τὰ ὅμηρα διὰ τριετίας ἐναλλάσσειν, χωρίς γε τοῦ παιδὸς Ἀντιόχου. ταῦτα συγγραψάμενοί τε καὶ ἐς τὸ Καπιτώλιον ἐς δέλτους χαλκᾶς ἀναθέντες, οὗ καὶ τὰς ἄλλας συνθήκας ἀνατιθέασιν, ἔπεμπον ἀντίγραφα Μαλλίῳ Οὐούλσωνι τῷ διαδεδεγμένῳ τὴν Σκιπίωνος στρατηγίαν. ὁ δʼ ὤμνυ τοῖς Ἀντιόχου πρέσβεσι περὶ Ἀπάμειαν τῆς Φρυγίας, καὶ ὁ Ἀντίοχος ἐπὶ τοῦτο πεμφθέντι Θέρμῳ χιλιάρχῳ. τοῦτο μὲν δὴ Ἀντιόχῳ μεγάλῳ τοῦ πρὸς Ῥωμαίους πολέμου τέλος ἦν. καὶ ἐδόκει μέχρι τοῦδε προελθεῖν μόνου διὰ χάριν τὴν ἐς τὸν παῖδα τὸν Σκιπίωνος Ἀντιόχῳ γενομένην·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme