7.41
ὁ μὲν δὴ Σκιπίων ὧδε ἐγκλήματος ἀναξίου τῶν βεβιωμένων οἱ κατεφρόνησε, σοφώτερον, ἐμοὶ δοκεῖν, Ἀριστείδου περὶ κλοπῆς καὶ Σωκράτους περὶ ὧν ἐνεκαλεῖτο οὐδὲν εἰπόντων ὑπʼ ἀδοξίας ὁμοίας, ἢ Σωκράτους εἰπόντος ἃ δοκεῖ Πλάτωνι, μεγαλοφρονέστερον δὲ ἄρα καὶ Ἐπαμεινώνδου, ὃς ἐβοιωτάρχει μὲν ἅμα Πελοπίδᾳ καὶ ἑτέρῳ, ἐξέπεμψαν δὲ αὐτοὺς οἱ Θηβαῖοι, στρατὸν ἑκάστῳ δόντες, ἐπικουρεῖν Ἀρκάσι καὶ Μεσσηνίοις πολεμουμένοις ὑπὸ Λακώνων, οὔπω δʼ ὅσα ἐπενόοουν ἐργασαμένους ἐπὶ διαβολῇ μετεκάλουν. οἱ δὲ τοῖς διαδόχοις σφῶν τὴν ἀρχὴν ἐπὶ μῆνας ἓξ οὐ μεθῆκαν, ἕως τὰ Λακεδαιμονίων φρούρια καθεῖλον καὶ ἐπέστησαν αὖθις ἕτερα τῶν Ἀρκάδων, Ἐπαμεινώνδου τοὺς συστρατήγους ἐς τοῦτο ἀναγκάζοντός τε, καὶ ὑποδεχομένου τὸ ἔργον αὐτοῖς ἀζήμιον ἔσεσθαι. ἐπεὶ δὲ αὐτοῖς ἐπανελθοῦσιν οἱ κατήγοροι, καθʼ ἕνα διώκοντες, ἐτιμῶντο θανάτου (θανάτῳ γὰρ ὁ νόμος ἐζημίου τὸν ἐκ βίας ἀρχὴν ἄρξαντα ἀλλοτρίαν), οἱ μὲν ἕτεροι διέφυγον οἴκτῳ τε χρώμενοι καὶ λόγοις πλείοσι, καὶ τὴν αἰτίαν ἐς τὸν Ἐπαμεινώνδαν ἀναφέροντες, αὐτὸν οὕτω λέγειν ὑποθέμενον αὐτοῖς καὶ λέγουσιν ἐπιμαρτυροῦντα· ὁ δὲ κρινόμενος τελευταῖος ὁμολογῶ, ἔφη, παρανόμως ἄρξαι τόνδε τὸν χρόνον, καὶ οὓς ἀπελύσατε νῦν, ἐγὼ συναναγκάσαι. καὶ οὐ παραιτοῦμαι τὸν θάνατον παρανομήσας. αἰτῶ δʼ ὑμᾶς ἀντὶ τῶν προβεβιωμένων μοι κατὰ τὸν τάφον ἐπιγράψαι· οὗτός ἐστιν ὁ περὶ Λεῦκτρα νικήσας καὶ τὴν πατρίδα, τοὺς ἐχθροὺς οὐχ ὑπομένουσαν, οὐδʼ εἴ τις ξένος ἔχοι Λακωνικὸν πῖλον, ἐπὶ τὴν Σπάρτην αὐτὴν προαγαγών. οὗτος ὑπὸ τῆς πατρίδος ἀνῄρηται, παρανομήσας ἐπὶ συμφέροντι τῆς πατρίδος. ταῦτʼ εἰπὼν κατέβη τε τοῦ βήματος, καὶ παρεδίδου τὸ σῶμα τοῖς ἐθέλουσιν ἀπαγαγεῖν. οἱ δικασταὶ δὲ τῷ τε ὀνείδει τοῦ λόγου καὶ θαύματι τῆς ἀπολογίας καὶ αἰδοῖ τοῦ ἀνδρὸς ἀπολογουμένου, τὰς ψήφους οὐχ ὑποστάντες λαβεῖν, ἐξέδραμον ἐκ τοῦ δικαστηρίου.