Thesauros Literature History Συριακή

Συριακή

Συριακή Appianus of Alexandria
7.42 τάδε μὲν δή τις, ὡς ἐθέλοι, συγκρίνειν ἔχει· Μάλλιος δὲ ὁ τοῦ Σκιπίωνος διάδοχος τὴν ἀφαιρεθεῖσαν Ἀντιόχου γῆν ἐπιὼν καθίστατο, καὶ Γαλατῶν τῶν Ἀντιόχῳ συμμαχησάντων Τολιστοβοίους, ἀναφυγόντας ἐς τὸν Μύσιον Ὄλυμπον, ἐπιμόχθως τοῦ ὄρους ἐπιβὰς ἐτρέπετο φεύγοντας, ἕως ἔκτεινε καὶ κατεκρήμνισεν ὅσους ἀριθμήσασθαι διὰ τὸ πλῆθος οὐκ ἐγένετο, αἰχμαλώτους δʼ ἔλαβεν ἐς τετρακισμυρίους, ὧν τὰ μὲν ὅπλα κατέκαυσε, τὰ δὲ σώματα, οὐ δυνάμενος τοσόνδε πλῆθος ἐν πολέμοις περιάγεσθαι, τοῖς ἐγγὺς βαρβάροις ἀπέδοτο. ἐν δὲ Τεκτοσάγαις τε καὶ Τρόκμοις ἐκινδύνευσε μὲν ἐξ ἐνέδρας, καὶ ἔφυγεν· ἐπανελθὼν δὲ ἐς αὐλιζομένους τε καὶ βεβυσμένους ὑπὸ πλήθους περιέστησε τοὺς ψιλοὺς αὐτοῖς, καὶ περιτρέχων ἐκέλευεν ἐσακοντίζειν μήτε προσπλεκομένους μήτε πλησιάζοντας. οὐδενὸς δὲ βέλους ἀτυχοῦντος διὰ τὴν πυκνότητα τῶν πολεμίων, ἔκτεινεν ἐς ὀκτακισχιλίους, καὶ ἐδίωξε τοὺς λοιποὺς ὑπὲρ Ἅλυν ποταμόν. Ἀριαράθου δὲ τοῦ Καππαδοκῶν βασιλέως, καὶ τοῦδε συμμάχους πέμψαντος Ἀντιόχῳ, δεδιότος τε καὶ δεομένου καὶ διακόσια τάλαντα πέμψαντος ἐπὶ τῇ δεήσει τὴν χώραν οὐκ ἐπέδραμεν, ἀλλʼ ἐς τὸν Ἑλλήσποντον ἐπανῆλθε σὺν γάζῃ τε πολλῇ καὶ χρήμασιν ἀπείροις καὶ λείᾳ βαρυτάτῃ καὶ στρατῷ καταγόμῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme