8.49
Λευκόλλου δὲ τοῦ Ῥωμαίων στρατηγοῦ Μιθριδάτην διώκοντος ἐς τὸν Τιγράνην ὑποφεύγοντα, ὁ Μαγαδάτης ᾔει μετὰ τοῦ στρατοῦ Τιγράνῃ βοηθήσων, καὶ ἐν τῷδε παραδὺς ἐς τὴν Συρίαν Ἀντίοχος ὁ Ἀντιόχου τοῦ εὐσεβοῦς ἦρχε τῶν Σύρων ἑκόντων. καὶ αὐτῷ Λεύκολλος μέν, ὁ Τιγράνῃ πρῶτός τε πολεμήσας καὶ τῆς ἐπικτήτου γῆς αὐτὸν ἐξελάσας, οὐκ ἐφθόνησεν ἀρχῆς πατρῴας· Πομπήιος δέ, ὁ ἐπὶ Λευκόλλῳ Μιθριδάτην ἐξελών, Τιγράνῃ μὲν Ἀρμενίας συνεχώρησεν ἄρχειν, Ἀντίοχον δὲ ἐξέβαλε τῆς Σύρων ἀρχῆς, οὐδὲν ἐς Ῥωμαίους ἁμαρτόντα, ἔργῳ μὲν ὅτι ἦν εὔκολον αὐτῷ, στρατιὰν ἔχοντι, πολλὴν ἀρχὴν ἄνοπλον ἀφελέσθαι, λόγῳ δὲ ὅτι τοὺς Σελευκίδας, ὑπὸ Τιγράνους ἐκπεσόντας, οὐκ εἰκὸς ἦν ἔτι Συρίας ἄρχειν μᾶλλον ἢ Ῥωμαίους Τιγράνην νενικηκότας.
8.50
οὕτω μὲν δὴ Κιλικίας τε καὶ Συρίας τῆς τε μεσογείου καὶ κοίλης καὶ Φοινίκης καὶ Παλαιστίνης, καὶ ὅσα ἄλλα Συρίας ἀπὸ Εὐφράτου μέχρι Αἰγύπτου καὶ μέχρι θαλάσσης ὀνόματα, ἀμαχὶ Ῥωμαῖοι κατέσχον. ἓν δὲ γένος ἔτι τὸ Ἰουδαίων ἐνιστάμενον ὁ Πομπήιος ἐξεῖλε κατὰ κράτος, καὶ τὸν βασιλέα Ἀριστόβουλον ἔπεμψεν ἐς Ῥώμην, καὶ τὴν μεγίστην πόλιν Ἱεροσόλυμα καὶ ἁγιωτάτην αὐτοῖς κατέσκαψεν, ἣν δὴ καὶ Πτολεμαῖος ὁ πρῶτος Αἰγύπτου βασιλεὺς καθῃρήκει, καὶ Οὐεσπασιανὸς αὖθις οἰκισθεῖσαν κατέσκαψε, καὶ Ἀδριανὸς αὖθις ἐπʼ ἐμοῦ. καὶ διὰ ταῦτʼ ἐστὶν Ἰουδαίοις ἅπασιν ὁ φόρος τῶν σωμάτων βαρύτερος τῆς ἄλλης περιοικίας. ἔστι δὲ καὶ Σύροις καὶ Κίλιξιν ἐτήσιος, ἑκατοστὴ τοῦ τιμήματος ἑκάστῳ. Πομπήιος μὲν οὖν τῶνδε τῶν ὑπὸ τοῖς Σελευκίδαις γενομένων ἐθνῶν τοῖς μὲν ἐπέστησεν οἰκείους βασιλέας ἢ δυνάστας, καθὰ καὶ Γαλατῶν τῶν ἐν Ἀσίᾳ τοῖς τέσσαρσι δυνάσταις ἐβεβαίωσε τὰς τετραδαρχίας, συμμαχήσασίν οἱ κατὰ Μιθριδάτου. καὶ οὐ πολὺ ὕστερον καὶ τάδε περιῆλθεν ἐς Ῥωμαίους, ἐπὶ Καίσαρος μάλιστα τοῦ Σεβαστοῦ, κατὰ μέρη.