11.66
ἐπὶ δὲ τῷ θεῷ βασιλεὺς γίγνεται Συρίας Σέλευκος, υἱὸς τοῦ θεοῦ τε καὶ Λαοδίκης, ᾧ καλλίνικος ἐπώνυμον. ἐπὶ δὲ Σελεύκῳ δύο παῖδες αὐτοῦ Σελεύκου, καθʼ ἡλικίαν ἑκάτερος αὐτῶν, Σέλευκός τε καὶ Ἀντίοχος. Σελεύκῳ μὲν δὴ ἀσθενεῖ τε ὄντι καὶ πενομένῳ καὶ δυσπειθῆ τὸν στρατὸν ἔχοντι ἐπεβούλευσαν οἱ φίλοι διὰ φαρμάκων, καὶ ἐς ἔτη δύο μόνα ἐβασίλευσεν· ὁ δὲ Ἀντίοχος ὅδε ἐστὶν ὁ μέγας ἐπίκλην, περὶ οὗ μοι πάλαι εἴρηται, Ῥωμαίοις πεπολεμηκότος. ἐβασίλευσε δὲ ἔτη ἑπτὰ καὶ τριάκοντα. καὶ αὐτοῦ περὶ τοῖν παίδοιν προεῖπον ἀμφοῖν βεβασιλευκότοιν, Σελεύκου τε καὶ Ἀντιόχου, Σελεύκου μὲν ἔτεσι δώδεκα, ἀπράκτως ἅμα καὶ ἀσθενῶς διὰ τὴν τοῦ πατρὸς συμφοράν, Ἀντιόχου δὲ δώδεκα οὐ πλήρεσιν, ἐν οἷς Ἀρταξίαν τὸν Ἀρμένιον εἷλε, καὶ ἐς Αἴγυπτον ἐστράτευσεν ἐπὶ ἕκτον Πτολεμαῖον, ὀρφανευόμενον μετʼ ἀδελφοῦ. καὶ αὐτῷ στρατοπεδεύοντι περὶ τὴν Ἀλεξάνδρειαν Ποπίλιος παρὰ Ῥωμαίων πρεσβευτὴς ἧκε, φέρων δέλτον ἐν ᾗ τάδε ἐγέγραπτο, μὴ πολεμεῖν Πτολεμαίοις Ἀντίοχον. ἀναγνόντι δὲ αὐτῷ, καὶ λέγοντι βουλεύσεσθαι, κύκλον τῇ ῥάβδῳ περιέγραψεν ὁ Ποπίλιος, καὶ εἶπεν· ἐνταῦθα βουλεύου. ὁ μὲν δὴ καταπλαγεὶς ἀνέζευξε, καὶ τὸ τῆς Ἐλυμαίας Ἀφροδίτης ἱερὸν ἐσύλησε, καὶ φθίνων ἐτελεύτησε, παιδίον ἐνναετὲς ἀπολιπών, Ἀντίοχον τὸν εὐπάτορα, ὥς μοι καὶ περὶ τοῦδε εἴρηται.
11.67
εἴρηται δὲ καὶ περὶ Δημητρίου τοῦ μετʼ αὐτόν, ὃς ὡμήρευεν ἐν Ῥώμῃ καὶ τῆς ὁμηρείας ἐκφυγὼν ἐβασίλευσε, σωτὴρ καὶ ὅδε πρὸς τῶν Σύρων, δεύτερος ἐπὶ τῷ Σελεύκου τοῦ νικάτορος παιδὶ ὀνομασθείς. ἐπανίσταται δὲ αὐτῷ τις Ἀλέξανδρος, ψευδόμενος εἶναι τοῦ Σελευκείου γένους· καὶ Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεὺς κατὰ μῖσος Δημητρίου συνελάμβανεν Ἀλεξάνδρῳ. καὶ Δημήτριος μὲν διὰ Πτολεμαῖον ἐξέπεσε τῆς ἀρχῆς καὶ ἐτελεύτησε· τὸν δὲ Ἀλέξανδρον ἐξέβαλε Δημήτριος ὁ Δημητρίου τοῦδε τοῦ σωτῆρος υἱός, καὶ ἐπὶ τῷδε, ὡς νόθον τοῦ γένους ἄνδρα νικήσας, νικάτωρ ὑπὸ τῶν Σύρων ὠνομάσθη, δεύτερος καὶ ὅδε μετὰ Σέλευκον. ἐπί τε Παρθυαίους καὶ ὅδε μετὰ Σέλευκον ἐστράτευσε, καὶ γενόμενος αἰχμάλωτος δίαιταν εἶχεν ἐν Φραάτου βασιλέως, καὶ Ῥοδογούνην ἔζευξεν αὐτῷ τὴν ἀδελφὴν ὁ βασιλεύς.