Thesauros Literature History Συριακή

Συριακή

Συριακή Appianus of Alexandria
2.8 ὁ δὲ οὐκ ἐπέστειλε μέν (οὐ γὰρ ἀσφαλὲς ἡγεῖτό πω, Ῥωμαίων τε πάντʼ ἀνερευνωμένων, καὶ τοῦ πολέμου μή πω φανεροῦ γεγονότος, καὶ πολλῶν οἱ διαφερομένων ἐν Καρχηδόνι, καὶ τῆς πολιτείας οὐδὲν βέβαιον οὐδʼ εὐσταθὲς ἐχούσης, ἃ καὶ μετʼ ὀλίγον ἀνέτρεψε τὴν Καρχηδόνα), Ἀρίστωνα δʼ ἔμπορον Τύριον ἐπὶ προφάσει τῆς ἐμπορίας ἔπεμπε πρὸς τοὺς φίλους, ἀξιῶν, ὅταν αὐτὸς ἐς τὴν Ἰταλίαν ἐμβάλῃ, τότε ἐκείνους τὴν Καρχηδόνα ἐς ἄμυναν ὧν ἐπεπόνθεσαν ἐγείρειν. καὶ ὁ μὲν Ἀρίστον οὕτως ἔπραξεν, οἱ δὲ τοῦ Ἀννίβου ἐχθροί, αἰσθόμενοι τῆς Ἀρίστωνος ἐπιδημίας, ἐθορύβουν ὡς ἐπὶ νεωτέροις ἔργοις, καὶ τὸν Ἀρίστωνα ἐζήτουν περιιόντες. ὁ δέ, ἵνα τὴν διαβολὴν μὴ ἐξαίρετον ἔχοιεν οἱ Ἀννίβου φίλοι, προύθηκε νυκτὸς λαθὼν γράμματα πρὸ τοῦ βουλευτηρίου, ὅτι πάντας ὁ Ἀννίβας τοὺς βουλευτὰς παρακαλοίη τῇ πατρίδι συνάρασθαι μετʼ Ἀντιόχου. καὶ τοῦτο πράξας ἀπέπλευσεν. ἅμα δʼ ἡμέρᾳ τὸ μὲν δέος ἐξῄρητο τῶν Ἀννίβου φίλων ἐκ τῆς Ἀρίστωνος ἐπινοίας, ὡς πρὸς ἅπασαν τὴν γερουσίαν ἀπεσταλμένου, ἡ δὲ πόλις ἐπεπλήρωτο θορύβου ποικίλου, δυσμενῶς μὲν ἔχουσα Ῥωμαίοις, λήσεσθαι δʼ οὐ προσδοκῶσα.
2.9 καὶ τὰ μὲν Καρχηδονίων ὧδε εἶχε, Ῥωμαίων δὲ πρέσβεις, ἕτεροί τε καὶ Σκιπίων ὁ Καρχηδονίους ἀφελόμενος τὴν ἡγεμονίαν, ἐς ὁμοίαν πεμφθέντες Ἀντιόχου τῆς τε γνώμης ἀπόπειραν καὶ τῆς παρασκευῆς κατάσκεψιν, ἐπεὶ τὸν βασιλέα ηὗρον οἰχόμενον ἐς Πισίδας, ἐν Ἐφέσῳ περιέμενον, ἔνθα συνῄεσαν θαμινὰ ἐς λόγους τῷ Ἀννίβᾳ, Καρχηδόνος τε σφίσιν ἔτι οὔσης ἐνσπόνδου καὶ οὔπω φανερῶς Ἀντιόχου πολεμίου, καταμεμφόμενοι τὸν Ἀννίβαν ὅτι τὴν πατρίδα φύγοι, Ῥωμαίων οὐδὲν οὔτε ἐς αὐτὸν οὔτε ἐς τοὺς ἄλλους Καρχηδονίους ἐπὶ ταῖς συνθήκαις ἁμαρτόντων. ἔπρασσον δὲ ταῦθʼ, ὕποπτον ἐργαζόμενοι γενέσθαι τῷ βασιλεῖ τὸν Ἀννίβαν ἐκ τῆς συνεχοῦς σφῶν ὁμιλίας τε καὶ συνόδου. καὶ τοῦθʼ ὁ μὲν στρατηγικώτατος Ἀννίβας οὐχ ὑπενόησεν, ὁ δὲ βασιλεὺς πυθόμενος ὑπώπτευσε, καὶ ἀμβλύτερος ἦν τἀπὸ τοῦδε πιστεύειν ἔτι τῷ Ἀννίβᾳ· καὶ γάρ τι καὶ ζήλου προὐπῆν ἐς αὐτὸν ἤδη καὶ φθόνου, μὴ τῶν γιγνομένων τὸν ἔπαινον Ἀννίβας ἀποφέροιτο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme