3.16
οὐκ ἐψεύσαντο δʼ ὑμῖν ἔναγχος οἱ Βιθυνοὶ καὶ περὶ τῶν ἐν Αἰγύπτῳ καὶ Συρίᾳ βασιλέων· οὓς οὐ μόνον εἰκός ἐστιν ἡμῖν, εἰ πόλεμος γένοιτο, προσθήσεσθαι, ἀλλὰ καὶ τὴν νεόκτητον ὑμῖν Ἀσίαν καὶ Ἑλλάδα καὶ Λιβύην καὶ πολλὰ καὶ αὐτῆς Ἰταλίας, ὅσα τὴν ὑμετέραν πλεονεξίαν οὐ φέροντα πολεμεῖ νῦν ὑμῖν πόλεμον ἄσπειστον. ὃν οὔπω διαθέσθαι δυνηθέντες ἐπιχειρεῖτε Μιθριδάτῃ, Νικομήδην αὐτῷ καὶ Ἀριοβαρζάνην παρὰ μέρος ἐπιπέμποντες· καὶ φατὲ μὲν εἶναι φίλοι καὶ σύμμαχοι, καὶ ὑποκρίνεσθε οὕτω, χρῆσθε δὲ ὡς πολεμίῳ. φέρετε οὖν, καὶ νῦν, εἴ τι πρὸς τῶν γεγονότων ἐς μετάνοιαν ἠρέθισθε, ἢ Νικομήδη κωλύσατε τοὺς ὑμετέρους ἀδικεῖν φίλους (καὶ τάδε πράξασιν ὑμῖν ὑπέχομαι συμμαχήσειν ἐπὶ τοὺς Ἰταλοὺς βασιλέα Μιθριδάτην), ἢ τὴν δοκοῦσαν ἐς ἡμᾶς φιλίαν λύσατε, ἢ ἐς Ῥώμην ἐπὶ κρίσιν ἴωμεν.
3.16
ὁ μὲν δὴ Πελοπίδας ὧδε ἔλεξεν, οἱ δὲ φορτικώτερον αὐτὸν εἰπεῖν ἡγούμενοι, Μιθριδάτην μὲν ἐκέλευον ἀπέχεσθαι Νικομήδους καὶ Καππαδοκίας (αὐτοὶ γὰρ αὖθις Ἀριοβαρζάνην ἐς αὐτὴν κατάξειν), Πελοπίδαν δʼ εὐθὺς ἐξιεναι τοῦ στρατοπέδου, καὶ μηκέτι πρεσβεύειν ἐς αὑτους, εἰ μὴ τοῖς κελευομένοις ὁ βασιλεὺς ἐμμένοι. οὕτω μὲν ἀπεκρίναντο, καὶ ἀπιόντι φυλακὴν συνέπεμψαν, ἵνα μή τινας ἐπιτρίψειε παροδεύων.