3.20
ὁ δὲ ὁρμῇ τῇδε μιᾷ τὴν ἀρχὴν ὅλην τοῦ Νικομήδους ὑπολαβὼν ἐπῄει, καὶ καθίστατο τὰς πόλεις. ἐμβαλὼν δὲ καὶ ἐς Φρυγίαν, ἐς τὸ τοῦ Ἀλεξάνδρου πανδοκεῖον κατέλυσεν, αἰσιούμενος ἄρα, ἔνθαπερ Ἀλέξανδρος ἀνεπαύσατο, καὶ Μιθριδάτην σταθμεῦσαι. ὁ μὲν δὴ καὶ Φρυγίας τὰ λοιπὰ καὶ Μυσίαν καὶ Ἀσίαν, ἃ Ῥωμαίοις νεόκτητα ἦν, ἐπέτρεχε, καὶ ἐς τὰ περίοικα περιπέμπων ὑπηγάγετο Λυκίαν τε καὶ Παμφυλίαν καὶ τὰ μέχρι Ἰωνίας. Λαοδικεῦσι δὲ ἔτι ἀντέχουσι, τοῖς περὶ τὸν Λύκον ποταμόν Ῥωμαίων γάρ τις στρατηγὸς Κόιντος Ὄππιος, ἱππέας ἔχων καὶ μισθοφόρους τινάς, ἐς τὴν πόλιν ἐσδραμὼν ἐφύλαττεν αὐτήν̓, κήρυκα ἐπιπέμψας ἐπὶ τὰ τείχη λέγειν ἐκέλευσεν ὅτι βασιλεὺς Μιθριδάτης ὑπέχεται Λαοδικεῦσιν ἄδειαν, εἰ τὸν Ὄππιον αὐτῷ προσαγάγοιεν. οἱ δʼ ἐπὶ τῷ κηρύγματι τοὺς μὲν μισθοφόρους Ὀππίου μεθῆκαν ἀπαθεῖς ἀπιέναι, αὐτὸν δʼ ἤγαγον τῷ Μιθριδάτῃ τὸν Ὄππιον, ἡγουμένων αὐτῷ τῶν ῥαβδοφόρων ἐπὶ γέλωτι. καὶ αὐτὸν ὁ Μιθριδάτης οὐδὲν διαθεὶς ἐπήγετο πανταχοῦ λελυμένον, ἐπιδεικνύμενος ἄρα Ῥωμαίων αἰχμάλωτον στρατηγόν.
3.21
μετʼ οὐ πολὺ δὲ καὶ Μάνιον Ἀκύλιον, τὸν τῆσδε τῆς πρεσβείας καὶ τοῦδε τοῦ πολέμου μάλιστα αἴτιον, ἑλὼν δεδεμένον ἐπὶ ὄνου περιήγετο, κηρύσσοντα τοῖς ὁρῶσιν ὅτι Μάνιος εἴη, μέχρι ἐν Περγάμῳ τοῦ στόματος αὐτοῦ κατεχώνευσε χρυσίον, δωροδοκίαν ἄρα Ῥωμαίοις ὀνειδίζων. σατράπας δὲ τοῖς ἔθνεσιν ἐπιστήσας, ἐς Μαγνησίαν καὶ Ἔφεσον καὶ Μιτυλήνην παρῆλθεν, ἀσμένως αὐτὸν ἁπάντων δεχομένων, Ἐφεσίων δὲ καὶ τὰς Ῥωμαίων εἰκόνας τὰς παρὰ σφίσι καθαιρούντων, ἐφʼ ᾧ δίκην ἔδοσαν οὐ πολὺ ὕστερον. ἐπανιὼν δὲ ἐκ τῆς Ἰωνίας Στρατονίκειαν εἷλε καὶ ἐζημίωσε χρήμασι, καὶ φρουρὰν ἐς τὴν πόλιν ἐσήγαγεν. παρθένον τε εὔμορφον ἰδὼν ἐς τὰς γυναῖκας ἀνεδέξατο· καὶ εἴ τῳ σπουδὴ καὶ τὸ ὄνομα πυθέσθαι, Μονίμη Φιλοποίμενος ἦν. Μάγνησι δὲ καὶ Παφλαγόσι καὶ Λυκίοις ἔτι ἀντέχουσι διὰ τῶν στρατηγῶν ἐπολέμει.