4.24
ἐν δὲ τούτῳ Ῥόδιοι τά τε τειχη σφῶν καὶ τοὺς λιμένας ἐκρατύναντο, καὶ μηχανὰς ἅπασιν ἐφίστανον· καί τινες αὐτοῖς Τελμισέων τε καὶ Λυκίων συνέμαχουν. ὅσοι τε ἐξ Ἀσίας Ἰταλοὶ διεπεφεύγεσαν, ἐς Ῥόδον ἅπαντες ἐχώρουν, καὶ σὺν αὐτοῖς Λεύκιος Κάσσιος ὁ τῆς Ἀσίας ἀνθύπατος. ἐπιπλέοντος δὲ τοῦ Μιθριδάτου τὰ προάστεια καθῄρουν, ἵνα μηδὲν εἴη χρήσιμα τοῖς πολεμίοις, καὶ ἐπὶ ναυμαχίαν ἀνήγοντο, ταῖς μὲν ἐκ μετώπου ταῖς δὲ πλαγίοις. ὁ δὲ βασιλεὺς ἐπὶ πεντήρους περιπλέων ἐκέλευε τοὺς ἰδίους ἐς τὸ πέλαγος ἀνάγειν ἐπὶ κέρως, καὶ τὴν εἰρεσίαν ἐπιταχύναντας περικυκλοῦσθαι τοὺς πολεμίους ὀλιγωτέρους ὄντας, μέχρι δείσαντες οἱ Ῥόδιοι περὶ τῇ κυκλώσει ὑπεχώρουν κατʼ ὀλίγον· εἶτʼ ἐπιστρέψαντες ἐς τὸν λιμένα κατέφυγον, καὶ κλείθροις αὐτὸν διαλαβόντες ἀπὸ τῶν τειχῶν τὸν Μιθριδάτην ἀπεμάχοντο. ὁ δὲ τῇ πόλει παραστρατοπεδεύων καὶ συνεχῶς τῶν λιμένων πειρώμενος καὶ ἀποτυγχάνων, ἀνέμενε τὸ πεζὸν ἐκ τῆς Ἀσίας οἱ παραγενέσθαι. κἀν τούτῳ βραχεῖαι καὶ συνεχεῖς ἐγίγνοντο ἁψιμαχίαι τῶν ἐφεδρευόντων τοῖς τείχεσιν, ἐν αἷς οἱ Ῥόδιοι πλεονεκτοῦντες ἀνεθάρσουν κατʼ ὀλίγον, καὶ τὰς ναῦς διὰ χειρὸς εἶχον ὡς, εἴ πῃ καιρὸν εὕροιεν, ἐπιθησόμενοι τοῖς πολεμίοις.