4.25
ὁλκάδος δὲ βασιλικῆς ἱστίῳ παραπλεούσης, Ῥοδία δίκροτος ἐπʼ αὐτὴν ἀνήχθη· καὶ ταῖσδε κατὰ σπουδὴν ἑκατέρων ἐπιβοηθούντων ναυμαχία γίγνεται καρτερά, Μιθριδάτου μὲν ἐπιβαρύνοντος ὀργῇ καὶ πλήθεσι νεῶν, Ῥοδίων δʼ αὐτοῦ τὰ σκάφη σὺν ἐμπειρίᾳ περιπλεόντων τε καὶ ἀνατιτρώντων, ὥστε καὶ τριήρη αὐτοῖς ἀνδράσιν ἀναδησάμενοι καὶ ἀκροστόλια πολλὰ καὶ σκῦλα ἐς τὸν λιμένα φέροντες ἐπανελθεῖν. πεντήρους δὲ σφῶν εἰλημμένης ὑπὸ τῶν πολεμίων, ἀγνοοῦντες οἱ Ῥόδιοι ἐπὶ ζήτησιν αὐτῆς ἓξ ταῖς μάλιστα ταχυναυτούσαις ἀνέπλεον, καὶ Δαμαγόρας ἐπʼ αὐτῶν ὁ ναύαρχος ἐπέπλει. πέντε δʼ αὐτῷ καὶ εἴκοσιν ἐπιπέμψαντος τοῦ Μιθριδάτου, μέχρι μὲν ἐς δύσιν ὁ Δαμαγόρας ὑπεχώρει, συσκοτάζοντος δʼ ἤδη ταῖς βασιλικαῖς ἐς ἀπόπλουν ἐπιστρεφομέναις ἐμβαλὼν δύο κατεπόντωσε, δύο δʼ ἄλλας ἐς Λυκίαν συνεδίωξε, καὶ τὴν νύκτα πελαγίσας ἐπανῆλθεν. τοῦτο Ῥοδίοις καὶ Μιθριδάτῃ τέλος ἦν τῆς ναυμαχίας, παρὰ δόξαν Ῥοδίοις τε διὰ τὴν ὀλιγότητα καὶ Μιθριδάτῃ διὰ τὸ πλῆθος γενόμενον. ἐν δὲ τῷ ἔργῳ περιπλέοντι τῷ βασιλεῖ, καὶ τοὺς οἰκείους ἐπισπέρχοντι, Χία συμμαχὶς ἐμβαλοῦσα ἐκ θορύβου κατέσεισε· καὶ ὁ βασιλεύς, οὐδὲν τότε φροντίζειν ὑποκρινάμενος, τὸν κυβερνήτην ὕστερον ἐκόλασε καὶ τὸν πρῳρέα, καὶ Χίοις ἐμήνισε πᾶσιν.