5.32
Καταπλευσάσης δʼ αὐτῷ παρὰ Μιθριδάτου στρατιᾶς ἑτέρας, ἧς ἡγεῖτο Δρομιχαίτης, ἐξῆγεν ἅπαντας ἐς μάχην. ἀναμίξας δʼ αὐτοῖς σφενδονήτας καὶ τοξότας ὑπὸ τὸ τεῖχος αὐτὸ παρέταττεν, ἵνα καὶ οἱ τειχοφύλακες ἐφικνοῖντο τῶν πολεμίων· ἕτεροι δʼ ὑπὸ ταῖς πύλαις αὐτῷ πυρφόροι καιρὸν ἐκδρομῆς ἐπετήρουν. ἀγχωμάλου δʼ ἐς πολὺ τῆς μάχης οὔσης ἐνέκλινον ἑκατεροι παρὰ μέρος, πρῶτον μὲν οἱ βάρβαροι, μέχρι Ἀρχέλαος αὐτοὺς ἐπισχὼν ἐπανήγαγεν ἐς τὴν μάχην. ᾧ δὴ καὶ μάλιστα καταπλαγέντες οἱ Ῥωμαῖοι μετʼ αὐτοὺς ἔφευγον, ἔστε καὶ τούσδε Μουρήνας ὑπαντήσας ἐπέστρεφεν. ἄλλο δʼ ἀπὸ ξυλείας τέλος ἐπανιόν, καὶ σὺν αὐτοῖς οἱ ἄτιμοι, σπουδῇ τὸν ἀγῶνα εὑρόντες ἐπέπιπτον τοῖς Μιθριδατείοις πάνυ καρτερῶς, μέχρι κτεῖναι μὲν αὐτῶν ἐς δισχιλίους, τοὺς δὲ λοιποὺς ἐς τὰ τείχη συνελάσαι. Ἀρχέλαος δʼ αὐτοὺς ἐπιστρέφων αὖθις, καὶ τῷ ἀγῶνι διὰ τὴν προθυμίαν ἐς πολὺ παραμένων, καὶ ἀποκλεισθεὶς ἀνιμήθη διὰ καλῳδίων. ὁ δὲ Σύλλας τοὺς μὲν ἀτίμους περιφανῶς ἀγωνισαμένους ἐξέλυσε τῆς ἀτιμίας, τοὺς δʼ ἄλλους ἐδωρήσατο πολλοῖς.
5.33
καὶ χειμῶνος ἐπιόντος ἤδη στρατόπεδον ἐν Ἐλευσῖνι θέμενος, τάφρον ἄνωθεν ἐπὶ θάλατταν ἔτεμνε βαθεῖαν τοῦ μὴ τοὺς πολεμίους ἱππέας εὐμαρῶς ἐπιτρέχειν οἱ. καὶ τάδε αὐτῷ πονουμένῳ καθʼ ἑκάστην ἡμέραν ἐγίγνοντό τινες ἀγῶνες, οἱ μὲν ἀμφὶ τὴν τάφρον οἱ δὲ παρὰ τοῖς τείχεσιν, ἐπεξιόντων θαμινὰ τῶν πολεμίων, καὶ λίθοις καὶ βέλεσι καὶ μολυβδαίναις χρωμένων. ὁ δὲ Σύλλας νεῶν δεόμενος μετεπέμψατο μὲν ἐκ Ῥόδου. καὶ Ῥοδίων οὐ δυνηθέντων διαπλεῦσαι θαλασσοκρατοῦντος τοῦ Μιθριδάτου, Αεύκολλον, ἄνδρα Ῥωμαῖον περιφανῆ καὶ τοῦδε τοῦ πολέμου στρατηγὸν ἐπὶ Σύλλᾳ γενόμενον, ἐκέλευεν ἐς Ἀλεξάνδρειαν καὶ Συρίαν λαθόντα διαπλεῦσαι, παρά τε τῶν βασιλέων καὶ πόλεων, ὅσαι ναυτικαί, στόλον τινὰ ἀγείραντα τὸ Ῥοδίων ναυτικὸν παραπέμψαι. ὁ μὲν δὴ πολεμίας οὔσης τῆς θαλάσσης, οὐδὲν ἐνδοιάσας, ἐς κελήτιον ἐνέβη, καὶ ναῦν ἐκ νεώς, ἵνα λάθοι, διαμείβων ἐπʼ Ἀλεξανδρείας ἐφέρετο·