6.40
ὁ δὲ Σύλλας αὐτίκα τοῦ ἄστεος ληφθέντος, οὐ περιμένων ἔτι τὸν Πειραιᾶ διὰ πολιορκίας ἐξελεῖν, κριοὺς ὁμοῦ καὶ βέλη καὶ ἀκόντια ἐπῆγεν, ἄνδρας τε πολλοὺς οἳ διώρυσσον ὑπὸ χελώναις τὰ τείχη, καὶ σπείρας αἳ τοὺς ἐπὶ τῶν τειχῶν ἀκοντίζουσαί τε καὶ τοξεύουσαι θαμινὰ ἀνέκοπτον. καὶ κατήρειψέ τι τοῦ μηνοειδοῦς, ὑγροτέρου καὶ ἀσθενεστέρου ἔτι ὄντος ἅτε νεοδμήτου. ὑπιδομένου δὲ τοῦτο ἔτι πρότερον Ἀρχελάου, καὶ προοικοδομήσαντος ἔνδοθεν ὅμοια πολλά, τὸ μὲν ἔργον ἦν τῷ Σύλλᾳ διηνεκὲς ἐμπίπτοντι ἐς ἕτερον ὅμοιον ἐξ ἑτέρου, ὁρμῇ δʼ ἀπαύστῳ καὶ στρατοῦ μεταβολῇ πυκνῇ χρώμενος, καὶ περιθέων αὐτούς, καὶ παρακαλῶν ἐπὶ τὸ ἔργον ὡς ἐν τῷδε ἔτι λοιπῷ τῆς ὅλης ἐλπίδος καὶ κέρδους τῶν προπεπονημένων ὄντος· οἱ δὲ καὶ αὐτοὶ τῷ ὄντι τοῦτο σφίσιν ἡγούμενοι τέλος εἶναι πόνων, καὶ ἐς τὸ ἔργον αὐτὸ ὡς μέγα δὴ καὶ λαμπρόν, τοιῶνδε τειχῶν κρατῆσαι, φιλοτιμούμενοι, προσέκειντο βιαίως, μέχρι καταπλαγεὶς αὐτῶν τὴν ὁρμὴν ὁ Ἀρχέλαος ὡς μανιώδη καὶ ἄλογον ἐξέλιπεν αὐτοῖς τὰ τείχη, ἐς δέ τι τοῦ Πειραιῶς ἀνέδραμεν ὀχυρώτατόν τε καὶ θαλάσσῃ περίκλυστον, ᾧ ναῦς οὐκ ἔχων ὁ Σύλλας οὐδʼ ἐπιχειρεῖν ἐδύνατο.