6.43
ὁ δʼ Ἀρχέλαος δυνηθεὶς ἂν καὶ ὣς ἀπὸ τοῦ χάρακος εὐσταθῶς ἀπομάχεσθαι, τάχα οἱ καὶ τῶν κρημνῶν ἐς τοῦτο συλλαμβανόντων, ἐξῆγε σὺν ἐπείξει καὶ διέτασσε μετὰ σπουδῆς τοσόνδε πλῆθος οὐ προεγνωκότων ἀνδρῶν, ἐν στενωτάτῳ μάλιστα γεγονὼς διὰ τὸν Σύλλαν ἤδη πλησιάζοντα. τοὺς δʼ ἱππέας πρώτους ἐπαγαγὼν μετὰ δρόμου πολλοῦ, διέτεμε τὴν φάλαγγα Ῥωμαίων ἐς δύο, καὶ εὐμαρῶς ἑκατέρους ἐκυκλοῦτο διὰ τὴν ὀλιγότητα. οἱ δʼ ἀπεμάχοντο μὲν ἐγκρατῶς, ἐς πάντας ἐπιστρεφόμενοι, μάλιστα δʼ ἐπόνουν οἱ περὶ Γάλβαν τε καὶ Ὁρτήσιον, καθʼ οὓς αὐτὸς ὁ Ἀρχέλαος ἐτέτακτο, τῶν βαρβάρων ὡς ἐν ὄψει στρατηγοῦ σὺν προθυμίᾳ σφοδρᾷ ἐπικειμένων, μέχρι τοῦ Σύλλα μεταχωροῦντος ἐς αὐτοὺς σὺν ἱππεῦσι πολλοῖς, ὁ Ἀρχέλαος ἀπὸ τῶν σημείων στρατηγικῶν ὄντων καὶ τοῦ κονιορτοῦ πλείονος αἰρομένου τεκμηράμενος εἶναι Σύλλαν τὸν ἐπιόντα, λύσας τὴν κύκλωσιν ἐς τάξιν ἀνεχώρει. ὁ δὲ τῶν τε ἱππέων τὸ ἄριστον ἄγων, καὶ δύο νεαλεῖς σπείρας ἐν τῇ παρόδῳ προσλαβών, αἳ ἐτετάχατο ἐφεδρεύειν, οὔπω τὸν κύκλον τοῖς πολεμίοις ἐξελίξασιν, οὐδʼ ἐς μέτωπον εὐσταθῶς διατεταγμένοις, ἐνέβαλε, καὶ θορυβήσας ἔκοψέ τε καὶ ἐς φυγὴν τραπέντας ἐδίωκεν. ἀρξαμένης δʼ ἐνταῦθα τῆς νίκης, οὐδὲ Μουρήνας ἠλίνυεν ἐπὶ τοῦ λαιοῦ τεταγμένος, ἀλλʼ ὀνειδίσας τοῖς ἀμφʼ αὑτὸν καὶ γενναίως ἐμπεσὼν ἐδίωκε κἀκεῖνος.