7.47
ἐπιστολὴ δὲ ἧκε Μιθριδάτου τάδε λέγουσα· εὖνοι καὶ νῦν ἐστὲ Ῥωμαίοις, ὧν ἔτι πολλοὶ παρʼ ἐκείνοις εἰσί, καὶ τὰ ἐγκτήματα Ῥωμαίων καρποῦσθε, ἡμῖν οὐκ ἀναφέροντες. ἔς τε τὴν ἐμὴν ναῦν ἐν τῇ περὶ Ῥόδον ναυμαχίᾳ τριήρης ὑμετέρα ἐνέβαλέ τε καὶ κατέσεισεν. ὃ ἐγὼ περιέφερον ἑκὼν ἐς μόνους τοὺς κυβερνήτας, εἰ δύναισθε σώζεσθαι καὶ ἀγαπᾶν. λανθάνοντες δὲ καὶ νῦν τοὺς ἀρίστους ὑμῶν ἐς Σύλλαν διεπέμψατε, καὶ οὐδένα αὐτῶν ὡς οὐκ ἀπὸ τοῦ κοινοῦ ταῦτα πράττοντα ἐνεδείξατε οὐδʼ ἐμηνύσατε, ὃ τῶν οὐ συμπεπραχότων ἔργον ἦν. τοὺς οὖν ἐπιβουλεύοντας μὲν τῇ ἐμῇ ἀρχῇ, ἐπιβουλεύσαντας δὲ καὶ τῷ σώματι, οἱ μὲν ἐμοὶ φίλοι ἐδικαίουν ἀποθανεῖν, ἐγὼ δʼ ὑμῖν τιμῶμαι δισχιλίων ταλάντων. τοσαῦτα μὲν ἡ ἐπιστολὴ περιεῖχεν, οἱ δʼ ἐβούλοντο μὲν ἐς αὐτὸν πρεσβεῦσαι, Ζηνοβίου δὲ κατακωλύοντος, ὅπλων τε ἀφῃρημένοι, καὶ παίδων σφίσι τῶν ἀρίστων ἐχομένων, στρατιᾶς τε βαρβαρικῆς τοσαύτης ἐφεστώσης, οἰμώζοντες ἔκ τε ἱερῶν κόσμους καὶ τὰ τῶν γυναικῶν πάντα ἐς τὸ πλήρωμα τῶν δισχιλίων ταλάντων συνέφερον. ὡς δὲ καὶ ταῦτʼ ἐπεπλήρωτο, αἰτιασάμενος τὸν σταθμὸν ἐνδεῖν ὁ Ζηνόβιος ἐς τὸ θέατρον αὐτοὺς συνεκάλει, καὶ τὴν στρατιὰν περιστήσας μετὰ γυμνῶν ξιφῶν ἀμφί τε τὸ θέατρον αὐτὸ καὶ τὰς ἀπʼ αὐτοῦ μέχρι τῆς θαλάσσης ὁδοὺς ἦγε τοὺς Χίους, ἀνιστὰς ἕκαστον ἐκ τοῦ θεάτρου, καὶ ἐνετίθετο ἐς τὰς ναῦς, ἑτέρωθι μὲν τοὺς ἄνδρας, ἑτέρωθι δʼ αὐτῶν τὰ γύναια καὶ τὰ παιδία, βαρβαρικῶς ὑπὸ τῶν ἀγόντων ὑρβιζόμενα. ἀνάσπαστοι δʼ ἐντεῦθεν ἐς Μιθριδάτην γενόμενοι διεπέμφθησαν ἐς τὸν Πόντον τὸν Εὔξεινον.