8.51
ὁ δὲ Σύλλας τῆς ἐπιούσης τόν τε ταξίαρχον ἐστεφάνου καὶ τοῖς ἄλλοις ἀριστεῖα ἐδίδου. καὶ τὴν Βοιωτίαν συνεχῶς μετατιθεμένην διήρπαζε, καὶ ἐς Θεσσαλίαν ἐλθὼν ἐχείμαζε, τὰς ναῦς τὰς μετὰ Λευκόλλου περιμένων. ἀγνοῶν δʼ ὅπῃ ὁ Λεύκολλος εἴη, ἐναυπηγεῖτο ἑτέρας, καὶ ταῦτα μέντοι Κορνηλίου τε Κίννα καὶ Γαΐου Μαρίου, τῶν ἐχθρῶν αὐτοῦ, ἐν Ῥώμῃ ἐψηφισμένων εἶναι Ῥωμαίων πολέμιον, καὶ τὴν οἰκίαν αὐτοῦ καὶ τὰς ἐπαύλεις καθῃρηκότων, καὶ τοὺς φίλους ἀνελόντων. ὁ δὲ οὐδὲν οὐδʼ ὣς καθῄρει τῆς ἐξουσίας, τὸν στρατὸν ἔχων εὐπειθῆ καὶ πρόθυμον. Κίννας δὲ Φλάκκον ἑλόμενός οἱ συνάρχειν τὴν ὕπατον ἀρχήν, ἔπεμπεν ἐς τὴν Ἀσίαν μετὰ δύο τελῶν, ἀντὶ τοῦ Σύλλα, ὡς ἤδη πολεμίου γεγονότος, τῆς τε Ἀσίας ἄρχειν καὶ πολεμεῖν τῷ Μιθριδάτῃ. ἀπειροπολέμῳ δʼ ὄντι τῷ Φλάκκῳ συνεξῆλθεν ἑκὼν ἀπὸ τῆς βουλῆς ἀνὴρ πιθανὸς ἐς στρατηγίαν, ὄνομα Φιμβρίας. τούτοις ἐκ Βρεντεσίου διαπλέουσιν αἱ πολλαὶ τῶν νεῶν ὑπὸ χειμῶνος διελύθησαν, καὶ τὰς πρόπλους αὐτῶν ἐνέπρησε στρατὸς ἄλλος ἐπιπεμφθεὶς ἐκ Μιθριδάτου. μοχθηρὸν δʼ ὄντα τὸν Φλάκκον καὶ σκαιὸν ἐν ταῖς κολάσεσι καὶ φιλοκερδῆ ὁ στρατὸς ἅπας ἀπεστρέφετο, καὶ μέρος αὐτῶν τι, προπεμφθὲν ἐς Θεσσαλίαν, ἐς τὸν Σύλλαν μετεστρατεύσαντο. τοὺς δὲ ὑπολοίπους ὁ Φιμβρίας, στρατηγικώτερος τοῦ Φλάκκου φαινόμενος αὐτοῖς καὶ φιλανθρωπότερος κατεῖχε μὴ μεταθέσθαι.