1.6
Ἄτταλός τε τὸν νεανίαν προθύμως ὑπεδέχετο, καὶ τὸν Προυσίαν ἐκέλευσε τῷ παιδὶ πόλεις τέ τινας ἐς ἐνοίκησιν καὶ χώραν ἐς ἐφόδια δοῦναι. ὁ δʼ αὐτίκα δώσειν ἔφη τὴν Ἀττάλου βασιλείαν ἅπασαν, ἣν δὴ καὶ πρότερον Νικομήδει περιποιῶν ἐς Ἀσίαν ἐσβαλεῖν. ταῦτα δʼ εἰπὼν ἔπεμπεν ἐς Ῥώμην τοὺς Νικομήδους καὶ Ἀττάλου κατηγορήσοντάς τε καὶ προκαλεσομένους ἐς κρίσιν. οἱ δʼ ἀμφὶ τὸν Ἄτταλον εὐθὺς ἐχώρουν ἐς τὴν Βιθυνίαν, καὶ προσιοῦσιν αὐτοῖς οἱ Βιθυνοὶ κατʼ ὀλίγους προσετίθεντο. Προυσίας δʼ ἅπασιν ἀπιστῶν, καὶ Ῥωμαίους ἐλπίζων αὑτὸν ἐξαιρήσεσθαι τῆς ἐπιβουλῆς, Διήγυλιν τὸν Θρᾷκα, κηδεστὴν ὄντα οἱ, πεντακοσίους Θρᾷκας αἰτήσας καὶ λαβὼν τοῖσδε μόνοις τὸ σῶμα ἐπέτρεψεν, ἐς τὴν ἀκρόπολιν τὴν ἐν Νικαίᾳ καταφυγών· ὁ δὲ Ῥωμαίων στρατηγὸς ἐν ἄστει οὔτε αὐτίκα ἐπῆγεν ἐπὶ τὴν βουλὴν τοὺς τοῦ Προυσίου πρέσβεις, χαριζόμενος Ἀττάλῳ· ἐπαγαγών τέ ποτε, ψηφισαμένης τῆς βουλῆς τὸν στρατηγὸν αὐτὸν ἑλέσθαι τε καὶ πέμψαι πρέσβεις οἳ διαλύσουσι τὸν πόλεμον, εἵλετο τρεῖς ἄνδρας, ὧν ὁ μὲν τὴν κεφαλήν ποτε λίθῳ πληγεὶς ἀσχήμονας ἐπέκειτο ὠτειλάς, ὁ δὲ τοὺς πόδας διέφθαρτο ὑπὸ ῥεύματος, ὁ δʼ ἠλιθιώτατος ἐνομίζετο εἶναι, ὥστε Κάτωνα τὴν πρεσβείαν ἐπισκώπτοντα εἰπεῖν τὴν πρεσβείαν ταύτην μήτε νοῦν ἔχειν μήτε πόδας μήτε κεφαλήν.