Thesauros Literature History Μιθριδάτειος

Μιθριδάτειος

Μιθριδάτειος Appianus of Alexandria
Lines
1.1 – 1.2 1.3 – 1.3 1.4 – 1.4 1.5 – 1.5 1.6 – 1.6 1.7 – 2.8 2.9 – 2.10 2.11 – 2.11 2.12 – 2.12 2.13 – 2.13 2.14 – 2.14 3.15 – 3.15 3.16 – 3.16 3.17 – 3.17 3.18 – 3.18 3.19 – 3.19 3.20 – 3.21 4.22 – 4.22 4.23 – 4.23 4.24 – 4.24 4.25 – 4.25 4.26 – 4.26 4.27 – 4.27 5.28 – 5.28 5.29 – 5.29 5.30 – 5.30 5.31 – 5.31 5.32 – 5.33 5.34 – 5.34 5.35 – 5.35 5.36 – 5.36 5.37 – 5.37 6.38 – 6.39 6.40 – 6.40 6.41 – 6.41 6.42 – 6.42 6.43 – 6.43 6.44 – 6.44 6.45 – 6.45 7.46 – 7.46 7.47 – 7.47 7.48 – 7.48 7.49 – 7.49 7.50 – 7.50 8.51 – 8.51 8.52 – 8.52 8.53 – 8.53 8.54 – 8.55 8.55 – 8.55 8.56 – 8.56 8.57 – 8.57 8.58 – 9.59 9.59 – 9.60 9.60 – 9.61 9.62 – 9.62 9.63 – 9.64 9.64 – 9.64 9.65 – 9.65 9.66 – 9.66 10.67 – 10.67 10.68 – 10.68 10.69 – 10.69 10.70 – 10.70 10.71 – 10.71 11.72 – 11.72 11.73 – 11.73 11.74 – 11.74 11.75 – 11.75 11.76 – 11.76 11.77 – 11.77 11.78 – 11.78 12.79 – 12.79 12.80 – 12.80 12.81 – 12.81 12.82 – 12.82 12.83 – 12.83 12.84 – 12.84 12.85 – 12.85 12.86 – 13.87 13.88 – 13.88 13.89 – 13.89 13.90 – 14.91 14.92 – 14.92 14.93 – 14.93 14.94 – 14.94 14.95 – 14.95 14.96 – 14.96 15.97 – 15.98 15.99 – 15.99 15.100 – 15.100 15.101 – 15.101 15.102 – 15.102 15.103 – 15.103 15.104 – 15.104 15.105 – 15.105 16.106 – 16.106 16.107 – 16.107 16.108 – 16.108 16.109 – 16.109 16.110 – 16.110 16.111 – 16.111 16.112 – 16.112 16.113 – 16.113 17.114 – 17.114 17.115 – 17.115 17.116 – 17.116 17.117 – 17.117 17.118 – 17.118 17.119 – 17.119 17.120 – 17.120 17.121 – 17.121
9.62 ἡμεῖς στρατῷ πρῶτον ἐς Ἀσίαν παρήλθομεν Ἀντιόχου τοῦ Σύρων βασιλέως πορθοῦντος ὑμᾶς. ἐξελάσαντες δʼ αὐτόν, καὶ τὸν Ἅλυν καὶ Ταῦρον αὐτῷ θέμενοι τῆς ἀρχῆς ὅρον, οὐ κατέσχομεν ὑμῶν ἡμετέρων ἐξ ἐκείνου γενομένων, ἀλλὰ μεθήκαμεν αὐτονόμους, πλὴν εἴ τινας Εὐμένει καὶ Ῥοδίοις συμμαχήσασιν ἡμῖν ἔδομεν, οὐχ ὑποτελεῖς ἀλλʼ ἐπὶ προστάταις εἶναι. τεκμήριον δʼ ὅτι Λυκίους αἰτιωμένους τι Ῥοδίων ἀπεστήσαμεν. ἡμεῖς μὲν δὴ τοιοίδε περὶ ὑμᾶς γεγόναμεν· ὑμεῖς δέ, Ἀττάλου τοῦ φιλομήτορος τὴν ἀρχὴν ἡμῖν ἐν διαθήκαις καταλιπόντος, Ἀριστονίκῳ καθʼ ἡμῶν τέτταρσιν ἔτεσι συνεμαχεῖτε, μέχρι καὶ Ἀοιστόνικος ἑάλω καὶ ὑμῶν οἱ πλείους ες ἀνάγκην καὶ φόβον περιήλθετε. καὶ ὧδε πράσσοντες ὅμως, ἔτεσιν εἴκοσι καὶ τέτταρσιν ἐς μέγα περιουσίας καὶ κάλλους κατασκευῆς ἰδιωτικῆς τε καὶ δημοσίας προελθόντες, ὑπὸ εἰρήνης καὶ τρυφῆς ἐξυβρίσατε αὖθις, καὶ τὴν ἀσχολίαν ἡμῶν τὴν ἀμφὶ τὴν Ἰταλίαν φυλάξαντες οἱ μὲν ἐπηγάγεσθε Μιθριδάτην, οἱ δʼ ἐλθόντι συνέθεσθε. ὃ δʼ ἐστὶ πάντων μιαρώτατον, ὑπέστητε αὐτῷ μιᾶς ἡμέρας τοὺς Ἰταλιώτας ἅπαντας αὐτοῖς παισὶ καὶ μητράσιν ἀναιρήσειν, καὶ οὐδὲ τῶν ἐς τὰ ἱερὰ συμφυγόντων διὰ τοὺς ὑμετέρους θεοὺς ἐφείσασθε. ἐφʼ οἷς ἔδοτε μέν τινα καὶ αὐτῷ Μιθριδάτῃ δίκην, ἀπίστῳ τε ἐς ὑμᾶς γενομένῳ, καὶ φόνου καὶ δημεύσεων ἐμπλήσαντι ὑμᾶς, καὶ γῆς ἀναδασμοὺς ἐργασαμένῳ καὶ χρεῶν ἀποκοπὰς καὶ δούλων ἐλευθερώσεις, καὶ τυράννους ἐπʼ ἐνίοις, καὶ λῃστήρια πολλὰ ἀνά τε γῆν καὶ θάλασσαν, ὡς εὐθὺς ὑμᾶς ἔχειν ἐν πείρᾳ καὶ παραβολῇ οἵους ἀνθʼ οἵων προστάτας ἐπελέγεσθε. ἔδοσαν δέ τινα καὶ ἡμῖν δίκην οἱ τῶνδε ἄρξαντες. ἀλλὰ δεῖ καὶ κοινὴν ὑμῖν ἐπιτεθῆναι τοιάδε ἐργασαμένοις· ἣν εἰκὸς μὲν ἦν ὁμοίαν οἷς ἐδράσατε γενέσθαι, μή ποτε δὲ Ῥωμαῖοι σφαγὰς ἀσεβεῖς ἢ δημεύσεις ἀβούλους ἢ δούλων ἐπαναστάσεις, ἢ ὅσα ἄλλα βαρβαρικά, μηδʼ ἐπὶ νοῦν λάβοιεν. φειδοῖ δὲ γένους ἔτι καὶ ὀνόματος Ἑλληνικοῦ καὶ δόξης τῆς ἐπὶ τῇ Ἀσίᾳ, καὶ τῆς φιλτάτης Ῥωμαίοις εὐφημίας οὕνεκα, μόνους ὑμῖν ἐπιγράφω πέντε ἐτῶν φόρους ἐσενεγκεῖν αὐτίκα, καὶ τὴν τοῦ πολέμου δαπάνην, ὅση τε γέγονέ μοι καὶ ἔσται καθισταμένῳ τὰ ὑπόλοιπα. διαιρήσω δὲ ταῦθʼ ἑκάστοις ἐγὼ κατὰ πόλεις, καὶ τάξω προθεσμίαν ταῖς ἐσφοραῖς, καὶ τοῖς οὐ φυλάξασιν ἐπιθήσω δίκην ὡς πολεμίοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme