9.65
Μιθριδάτης δʼ ἐς Ῥώμην ἔπεμπε πρός τε τὴν βουλὴν καὶ πρὸς Σύλλαν, αἰτιώμενος ἃ ποιεῖ Μουρήνας. ὁ δʼ ἐν τούτῳ τὸν Ἅλυν ποταμὸν περάσας, μέγαν τε ὄντα καὶ δύσπορον τότε μάλιστα αὐτῷ γενόμενον ὑπʼ ὄμβρων, τετρακοσίας τοῦ Μιθριδάτου κώμας ἐπέτρεχεν, οὐκ ἀπαντῶντος ἐς οὐδὲν αὐτῷ τοῦ βασιλέως, ἀλλὰ τὴν πρεσβείαν ἀναμένοντος. λείας δὲ πολλῆς καταγέμων ἐς Φρυγίαν καὶ Γαλατίαν ἐπανῄει, ἔνθα αὐτῷ Καλίδιος, ἐπὶ ταῖς Μιθριδάτου μέμψεσι πεμφθεὶς ἀπὸ Ῥώμης, ψήφισμα μὲν οὐδὲν ἐπέδωκεν, ἔφη δʼ ἐς ἐπήκοον ἐν μέσῳ τὴν βουλὴν αὐτῷ κελεύειν φείδεσθαι τοῦ βασιλέως ὄντος ἐνσπόνδου. ταῦτα δʼ εἰπὼν ὤφθη διαλεγόμενος αὐτῷ μόνῳ, καὶ ὁ Μουρήνας οὐδὲν ἀνεὶς τῆς ὁρμῆς καὶ τότε τὴν γῆν ἐπῄει τὴν τοῦ Μιθριδάτου. ὁ δὲ σαφῶς ὑπὸ Ῥωμαίων ἡγούμενος πολεμεῖσθαι, Γόρδιον ἐς τὰς κώμας ἐσβαλεῖν ἐκέλευσεν. καὶ αὐτίκα ὁ Γόρδιος ὑποζύγιά τε πολλὰ καὶ σκευοφόρα καὶ ἀνθρώπους, ἰδιώτας τε καὶ στρατιώτας, συνήρπαζε, καὶ αὐτῷ Μουρήνᾳ, μέσον λαβὼν ποταμόν, ἀντεκαθέζετο. μάχης δʼ οὐδέτερος ἦρχεν, ἕως ἀφίκετο Μιθριδάτης σὺν τῷ πλείονι στρατῷ. καὶ εὐθὺς ἀμφὶ τῷ ποταμῷ μάχη γίγνεται καρτερά. καὶ βιασάμενος ὁ Μιθριδάτης ἐπέρα τὸν ποταμόν, καὶ τἆλλα πολὺ κρείττων τοῦ Μουρήνα γενόμενος. ὁ δʼ ἐς λόφον καρτερὸν ἀναφυγών, ἐπιχειροῦντος αὐτῷ τοῦ βασιλέως πολλοὺς ἀποβαλὼν ἔφευγε διὰ τῶν ὀρεινῶν ἐπὶ Φρυγίας, ὁδὸν ἀτριβῆ, βαλλόμενός τε καὶ χαλεπῶς.