11.76
καὶ περὶ μὲν Φρυγίαν τοιάδε ἐγίγνετο, Μιθριδάτου δὲ χειμὼν ἐπιγενόμενος ἀφῄρητο καὶ τὴν ἐκ τῆς θαλάττης ἀγοράν, εἴ τις ἦν, ὥστε πάμπαν ὁ στρατὸς ἐλίμωττε, καὶ πολλοὶ μὲν ἀπέθνησκον, εἰσὶ δʼ οἳ καὶ σπλάγχνων ἐγεύοντο βαρβαρικῶς· οἱ δʼ ἄλλοι ποηφαγοῦντες ἐνόσουν. καὶ τὰ νεκρὰ σφῶν ἀγχοῦ ἄταφα ῥιπτούμενα λοιμὸν ἐπῆγεν ἐπὶ τῷ λιμῷ. διεκαρτέρει δʼ ὅμως ὁ Μιθριδάτης, ἐλπίζων ἔτι τὴν Κύζικον αἱρήσειν τοῖς χώμασι τοῖς ἀπὸ τοῦ Δινδύμου. ὡς δὲ καὶ ταῦθʼ ὑπεσύροντο οἱ Κυζικηνοί, καὶ τὰς ἐπʼ αὐτῶν μηχανὰς ἐπίμπρασαν, καὶ αἰσθήσει τοῦ λιμοῦ πολλάκις ἐπεκθέοντες τοῖς πολεμίοις ἀσθενεστάτοις γεγονόσιν ἐπετίθεντο, δρασμὸν ὁ Μιθριδάτης ἐβούλευε, καὶ ἔφευγε νυκτὸς αὐτὸς μὲν ἐπὶ τῶν νεῶν ἐς Πάριον, ὁ δὲ στρατὸς αὐτοῦ κατὰ γῆν ἐς Λάμψακον. περῶντας δʼ αὐτοὺς τὸν Αἴσηπον ὅ τε ποταμὸς τότε μάλιστα ἀρθεὶς μέγας, καὶ ἐπὶ τῷ ποταμῷ Λεύκολλος ἐπιδραμὼν ἔφθειρεν. ὧδε μὲν οἱ Κυζικηνοὶ πολλὴν βασιλέως παρασκευὴν διέφυγον, αὐτοί τε γενναίως ἀγωνισάμενοι, καὶ λιμῷ πιεσθέντος ὑπὸ Λευκόλλου. ἀγῶνά τε αὐτῷ θέμενοι μέχρι νῦν τελοῦσι, τὰ Λευκόλλεια καλούμενα. Μιθριδάτης δὲ τοὺς ἐς Λάμψακον ἐσφυγόντας, ἔτι τοῦ Λευκόλλου περικαθημένου, ναῦς ἐπιπέμψας ἐξεκόμισε σὺν αὐτοῖς Λαμψακηνοῖς. μυρίους δʼ ἐπιλέκτους ἐπὶ νεῶν πεντήκοντα Οὐαρίῳ, πεμφθέντι οἱ στρατηγεῖν ὑπὸ Σερτωρίου, καὶ Ἀλεξάνδρῳ τῷ Παφλαγόνι καὶ Διονυσίῳ τῷ εὐνούχῳ καταλιπών, ταῖς πλέοσιν αὐτῶν ἐς Νικομήδειαν ἔπλει. καὶ χειμὼν ἐπιγενόμενος πολλὰς ἑκατέρων διέφθειρεν.