12.80
Λεύκολλος δὲ τὴν κάθοδον τὴν ἐς τὸ πεδίον ἱπποκρατούντων τῶν πολεμίων ἐκτρεπόμενος, καὶ περίοδον ἑτέραν οὐχ ὁρῶν, ηὗρεν ἐν σπηλαίῳ κυνηγὸν ὀρείων ἀτραπῶν ἐπιστήμονα, ᾧ χρώμενος ἡγεμόνι κατὰ ὁδοὺς ἀτριβεῖς περιῆλθεν ὑπὲρ κεφαλῆς τοῦ Μιθριδάτου, καὶ κατῄει μὲν ἐκκλίνας καὶ τότε τὸ πεδίον διὰ τοὺς ἵππους, χαράδραν δὲ ὕδατος ἐν προβολῇ θέμενος ἐστρατοπέδευσεν. ἀπορῶν δʼ ἀγορᾶς ἐς Καππαδοκίαν ἔπεμπεν ἐπὶ σῖτον, καὶ ἐς τοὺς πολεμίους ἠκροβολίζετο, μέχρι, φευγόντων ποτὲ τῶν βασιλικῶν, ὁ Μιθριδάτης ἀπὸ τοῦ χάρακος ἐπιδραμὼν καὶ ἐπιπλήξας ἐπέστρεφεν αὐτούς, καὶ Ῥωμαίους οὕτω κατεφόβησεν ὡς ἄνω διὰ τῶν ὀρῶν φεύγοντας οὐδʼ ἀποστάντων αἰσθέσθαι τῶν πολεμίων ἐς πολύ, ἀλλʼ ἕκαστον ἡγεῖσθαι τὸν συμφεύγοντά οἱ καὶ ἐπιόντα ὄπισθεν εἶναι πολέμιον· οὕτω πάνυ κατεπεπλήγεσαν. καὶ ὁ Μιθριδάτης περὶ τῆσδε τῆς νίκης πανταχοῦ γράφων περιέπεμπεν. τῶν δʼ ἱππέων πολὺ μέρος, καὶ μάλιστα δὴ τὸ μαχιμώτατον, ἐφεδρεύειν ἔταξε τοῖς ἐκ τῆς Καππαδοκίας τὴν ἀγορὰν τῷ Λευκόλλῳ φέρουσιν, ἐλπίζων ἐν ἀπορίᾳ τροφῶν αὐτὸν γενόμενον πείσεσθαι οἷον αὐτὸς ἔπαθε περὶ Κύζικον.