12.84
ἐπὶ δὲ ταῖς θυσίαις ἐπὶ τὸν Τιγράνην, οὐκ ἐκδιδόντα οἱ τὸν Μιθριδάτην, ἐστράτευε σὺν δύο τέλεσιν ἐπιλέκτοις καὶ ἱππεῦσι πεντακοσίοις. καὶ τὸν Εὐφράτην περάσας, μόνα τὰ χρήσιμα τοὺς βαρβάρους αἰτῶν διώδευεν· οἱ γὰρ ἄνδρες οὐκ ἐπολέμουν, οὐδʼ ἠξίουν τι πάσχειν, ἔστε Λεύκολλον καὶ Τιγράνην ἐπʼ ἀλλήλοις διακριθῆναι. Τιγράνῃ δʼ οὐδεὶς ἐμήνυεν ἐπιόντα Λεύκολλον· ὁ γάρ τοι πρῶτος εἰπὼν ἐκεκρέμαστο ὑπʼ αὐτοῦ, συνταράσσειν αὐτὸν τὰς πόλεις νομίσαντος. ὡς δέ ποτε ᾔσθετο, Μιθροβαρζάνην προύπεμπε μετὰ δισχιλίων ἱππέων, Λεύκολλον ἐπισχεῖν τοῦ δρόμου. Μαγκαίῳ δὲ Τιγρανόκερτα φυλάττειν ἐπέτρεψεν, ἥν τινα πόλιν, ὥς μοι προείρηται, ἐπὶ τιμῇ τῇ ἑαυτοῦ βασιλεὺς ἐν ἐκείνῳ γενέσθαι τῷ χωρίῳ συνῴκιζε, καὶ τοὺς ἀρίστους ἐς αὐτὴν συνεκάλει, ζημίαν ἐπιτιθείς, ὅσα μὴ μεταφέροιεν, δεδημεῦσθαι. τείχη τε αὐτοῖς περιέβαλε πεντηκονταπήχη τὸ ὕψος, ἱπποστασίων ἐν τῷ βάθει γέμοντα, καὶ βασίλεια καὶ παραδείσους κατὰ τὸ προάστειον ἐποίει μακρούς, καὶ κυνηγέσια πολλὰ καὶ λίμνας· ἀγχοῦ δὲ καὶ φρούριον ἀνίστη καρτερόν. καὶ πάντα τότε Μαγκαίῳ ταῦτʼ ἐπιτρέψας, περιῄει στρατιὰν ἀγείρων. Μιθροβαρζάνην μὲν οὖν ὁ Λεύκολλος εὐθὺς ἐκ τῆς πρώτης συμβολῆς τρεψάμενος ἐδίωκε, Μαγκαῖον δὲ Σεξτίλιος ἐς Τιγρανόκερτα κατακλείσας τὰ μὲν βασίλεια αὐτίκα, ἀτείχιστα ὄντα, διήρπασε, τὴν δὲ πόλιν καὶ τὸ φρούριον ἀπετάφρευε, καὶ μηχανὰς ἐφίστη, καὶ ὑπονόμοις ἀνεκρήμνη τὸ τεῖχος.