2.12
ἀναζεύξαντος δὲ τοῦ Νικομήδους μετὰ πολλῶν λαφύρων, Πελοπίδαν ὁ Μιθριδάτης ἔπεμπεν ἐς τοὺς Ῥωμαίων στρατηγούς τε καὶ πρέσβεις, οὐκ ἀγνοῶν μὲν αὐτοὺς πολεμησείοντας αὑτῷ καὶ τῆσδε τῆς ἐσβολῆς αἰτίους γεγονότας, ὑποκρινόμενος δέ, καὶ πλείονας ὁμοῦ καὶ εὐπρεπεστέρας αἰτίας τοῦ γενησομένου πολέμου πορίζων, ἀνεμίμνησκε φιλίας καὶ συμμαχίας ἰδίας τε καὶ πατρῴας. ἀνθʼ ὧν αὐτὸν ὁ Πελοπίδας ἔφη Φρυγίαν ἀφῃρῆσθαι καὶ Καππαδοκίαν, τὴν μὲν ἀεὶ τῶν προγόνων αὐτοῦ γενομένην καὶ ὑπὸ τοῦ πατρὸς ἀναληφθεῖσαν, Φρυγίαν δὲ ἐπινίκιον ἐπὶ Ἀριστονίκῳ παρὰ τοῦ ὑμετέρου στρατηγοῦ δοθεῖσάν τε καὶ οὐχ ἧσσον παρὰ τοῦ αὐτοῦ στρατηγοῦ πολλῶν χρημάτων ἐωνημένην. νῦν δʼ, ἔφη, καὶ Νικομήδη τὸ στόμα τοῦ Πόντου διακλείοντα περιορᾶτε, καὶ τὴν γῆν μέχρι Ἀμάστριδος ἐπιτρέχοντα, καὶ λείαν ἄγοντα ὅσην ἴστε ἀκριβῶς, οὐκ ἀσθενῶς οὐδὲ ἀνετοίμως ἔχοντος πρὸς ἄμυναν τοῦ ἐμοῦ βασιλέως, ἀλλʼ ἀναμένοντος ὑμᾶς ἐν ὄψει μάρτυρας τῶν γιγνομένων γενέσθαι. ἐπειδὴ δὲ ἐγένεσθέ τε καὶ εἴδετε, παρακαλεῖ Μιθριδάτης, φίλος ὢν ὑμῖν καὶ σύμμαχος, φίλους ὄντας ὑμᾶς καὶ συμμάχους (ὧδε γὰρ αἱ συνθῆκαι λέγουσιν), ἐπικουρεῖν ἡμῖν ἀδικουμένοις ὑπὸ Νικομήδους, ἢ κωλύειν αὐτὸν ἀδικοῦντα.