Book 1
14.118
Τριέτης τε ἦν ἤδη καὶ φοβερὸς αὐτοῖς ὁ πόλεμος, γελώμενος ἐν ἀρχῇ καὶ καταφρονούμενος ὡς μονομάχων. προτεθείσης τε στρατηγῶν ἄλλων χειροτονίας ὄκνος ἐπεῖχεν ἅπαντας καὶ παρήγγελλεν οὐδείς, μέχρι Λικίνιος Κράσσος, γένει καὶ πλούτῳ Ῥωμαίων διαφανής, ἀνεδέξατο στρατηγήσειν καὶ τέλεσιν ἓξ ἄλλοις ἤλαυνεν ἐπὶ τὸν Σπάρτακον· ἀφικόμενος δὲ καὶ τὰ τῶν ὑπάτων δύο προσέλαβε. καὶ τῶνδε μὲν αὐτίκα διακληρώσας ὡς πολλάκις ἡττημένων ἐπὶ θανάτῳ μέρος δέκατον διέφθειρεν. οἱ δʼ οὐχ οὕτω νομίζουσιν, ἀλλὰ παντὶ τῷ στρατῷ συμβαλόντα καὶ τόνδε καὶ ἡττημένον, πάντων διακληρῶσαι τὸ δέκατον καὶ ἀνελεῖν ἐς τετρακισχιλίους, οὐδὲν διὰ τὸ πλῆθος ἐνδοιάσαντα. ὁποτέρως δʼ ἔπραξε, φοβερώτερος αὐτοῖς τῆς τῶν πολεμίων ἥττης φανεὶς αὐτίκα μυρίων Σπαρτακείων ἐφʼ ἑαυτῶν που στρατοπεδευόντων ἐκράτει καὶ δύο αὐτῶν μέρη κατακανὼν ἐπʼ αὐτὸν ἤλαυνε τὸν Σπάρτακον σὺν καταφρονήσει. νικήσας δὲ καὶ τόνδε λαμπρῶς ἐδίωκε φεύγοντα ἐπὶ τὴν θάλασσαν ὡς διαπλευσούμενον ἐς Σικελίαν καὶ καταλαβὼν ἀπετάφρευε καὶ ἀπετείχιζε καὶ ἀπεσταύρου.
14.119
βιαζομένου δʼ ἐς τὴν Σαυνίτιδα τοῦ Σπαρτάκου διαδραμεῖν, ἔκτεινεν ὁ Κράσσος ἐς ἑξακισχιλίους ἄλλους περὶ ἕω καὶ περὶ δείλην ἐς τοσούσδε ἑτέρους, τριῶν ἐκ τοῦ Ῥωμαίων στρατοῦ μόνων ἀποθανόντων καὶ ἑπτὰ τρωθέντων· τοσήδε ἦν αὐτίκα διὰ τὴν κόλασιν ἐς τὸ τῆς νίκης θάρσος μεταβολή. Σπάρτακος δὲ ἱππέας ποθὲν προσιόντας αὐτῷ περιμένων οὐκέτι μὲν ἐς μάχην ᾔει τῷ στρατῷ παντί, πολλὰ δʼ ἠνώχλει τοῖς περικαθημένοις ἀνὰ μέρος, ἄφνω τε καὶ συνεχῶς αὐτοῖς ἐπιπίπτων, φακέλους τε ξύλων ἐς τὴν τάφρον ἐμβάλλων κατέκαιε καὶ τὸν πόνον αὐτοῖς δύσεργον ἐποίει. αἰχμάλωτόν τε Ῥωμαῖον ἐκρέμασεν ἐν τῷ μεταιχμίῳ, δεικνὺς τοῖς ἰδίοις τὴν ὄψιν ὧν πείσονται, μὴ κρατοῦντες. οἱ δʼ ἐν ἄστει Ῥωμαῖοι τῆς πολιορκίας πυνθανόμενοι καὶ ἀδοξοῦντες, εἰ χρόνιος αὑτοῖς ἔσται πόλεμος μονομάχων, προσκατέλεγον ἐπὶ τὴν στρατείαν Πομπήιον ἄρτι ἀφικόμενον ἐξ Ἰβηρίας, πιστεύοντες ἤδη δυσχερὲς εἶναι καὶ μέγα τὸ Σπαρτάκειον ἔργον.