Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 1

3.26 τάδε ἦν τοιάδε. ἡ μὲν βουλὴ Γράκχον καὶ Φλάκκον ἐκ τῶν οἰκιῶν ἐς ἀπολογίαν ἐς τὸ βουλευτήριον ἐκάλουν, οἱ δὲ σὺν ὅπλοις ἐξέθεον ἐπὶ τὸν Ἀβεντῖνον λόφον, ἐλπίσαντες, εἰ τόνδε προλάβοιεν, ἐνδώσειν πρὸς τὰς συνθήκας αὑτοῖς τι τὴν βουλήν. διαθέοντές τε τοὺς θεράποντας συνεκάλουν ἐπʼ ἐλευθερίᾳ. καὶ τῶνδε μὲν οὐδεὶς ὑπήκουεν, αὐτοὶ δέ, σὺν ὅσοις εἶχον ἀμφʼ αὑτούς, τὸ Ἀρτεμίσιον καταλαβόντες ἐκρατύνοντο καὶ Κόιντον Φλάκκου παῖδα ἐς τὴν βουλὴν ἔπεμπον, δεόμενοι διαλλαγῶν τυχεῖν καὶ βιοῦν μεθʼ ὁμονοίας. οἱ δʼ ἐκέλευον αὐτοὺς ἀποθεμένους τὰ ὅπλα ἥκειν εἰς τὸ βουλευτήριον καὶ λέγειν, ὅ τι θέλοιεν, ἢ μηκέτι πέμπειν μηδένα. τῶν δʼ αὖθις τὸν Κόιντον ἐπιπεμψάντων, τόνδε μὲν Ὀπίμιος ὁ ὕπατος διὰ τὴν προαγόρευσιν, ὡς οὐκέτι πρεσβευτὴν ὄντα, συνελάμβανε, τοῖς δὲ περὶ τὸν Γράκχον τοὺς ὡπλισμένους ἐπέπεμπεν.
3.26 καὶ Γράκχος μὲν διὰ τῆς ξυλίνης γεφύρας ἐς τὸ πέραν τοῦ ποταμοῦ καταφυγὼν ἐς ἄλσος τι μεθʼ ἑνὸς θεράποντος ὑπέσχε τῷ θεράποντι τὴν σφαγὴν καταλαμβανόμενος· Φλάκκου δʼ ἐς ἐργαστήριον ἀνδρὸς γνωρίμου καταφυγόντος, οἱ μὲν διώκοντες, τὴν οἰκίαν οὐκ εἰδότες, ὅλον ἐμπρήσειν τὸν στενωπὸν ἠπείλουν, ὁ δʼ ὑποδεξάμενος αὐτὸς μὲν ὤκνησε μηνῦσαι τὸν ἱκέτην, ἑτέρῳ δὲ προσέταξε μηνῦσαι. καὶ συλληφθεὶς ὁ Φλάκκος ἀνῃρέθη. Γράκχου μὲν δὴ καὶ Φλάκκου τὰς κεφαλὰς ἔφερόν τινες Ὀπιμίῳ, καὶ αὐτοῖς ὁ Ὀπίμιος ἰσοβαρὲς χρυσίον ἀντέδωκεν· ὁ δὲ δῆμος αὐτῶν τὰς οἰκίας διήρπαζε, καὶ τοὺς συμφρονήσαντας ὁ Ὀπίμιος συλλαβὼν ἐς τὴν φυλακὴν ἐνέβαλέ τε καὶ ἀποπνιγῆναι προσέταξε. Κοΐντῳ δὲ τῷ Φλάκκου παιδὶ συνεχώρησεν ἀποθανεῖν, ὡς θέλοι, καὶ τὴν πόλιν ἐπὶ τοῖς φόνοις ἐκάθαιρεν. ἡ δὲ βουλὴ καὶ νεὼν Ὁμονοίας αὐτὸν ἐν ἀγορᾷ προσέταξεν ἐγεῖραι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme