Book 1
4.32
καὶ ἡ μὲν ἐκκλησία θορυβηθεῖσα διελύετο οὔτε νόμων οὔτε δικαστηρίων οὔτε τινὸς αἰδοῦς ἔτι ὑπούσης· ὁ δὲ δῆμος ἀγανακτῶν ἐς τὴν ἐπιοῦσαν ἡμέραν μετʼ ὀργῆς συνέτρεχεν ὡς κτενοῦντες τὸν Ἀπουλήιον. ὁ δʼ ἄλλο πλῆθος ἁλίσας ἀπὸ τῶν ἀγρῶν μετὰ Γλαυκίου καὶ Γαΐου Σαυφηίου ταμίου τὸ Καπιτώλιον κατέλαβε. καὶ αὐτοὺς τῆς βουλῆς ἀναιρεθῆναι ψηφισαμένης ὁ Μάριος ἀχθόμενος ὅμως ὥπλιζέ τινας σὺν ὄκνῳ· καὶ βραδύνοντος ἕτεροι τὸ ὕδωρ τὸ ἐπιρρέον ἐς τὸ ἱερὸν διέτεμον. καὶ Σαυφήιος μὲν ἐμπρῆσαι τὸν νεών, ὑπὸ δίψης ἀπολλύμενος, ἠξίου, Γλαυκίας δὲ καὶ Ἀπουλήιος ἐλπίσαντες αὑτοῖς ἐπικουρήσειν Μάριον παρέδωκαν ἑαυτούς, οἵδε πρῶτοι, καὶ ἐπʼ ἐκείνοις ὁ Σαυφήιος. Μάριος δʼ, αὐτίκα πάντων αὐτοὺς ἀναιρεῖν κελευόντων, ἐς τὸ βουλευτήριον συνέκλεισεν ὡς ἐννομώτερον ἐργασόμενος. οἱ δὲ πρόφασιν τοῦτʼ εἶναι νομίσαντες τὸν κέραμον ἐξέλυον τοῦ βουλευτηρίου καὶ τοὺς ἀμφὶ τὸν Ἀπουλήιον ἔβαλλον, ἔως ἀπέκτειναν, ταμίαν τε καὶ δήμαρχον καὶ στρατηγόν, ἔτι περικειμένους τὰ σύμβολα τῆς ἀρχῆς.