Book 1
5.38
ὧν ἐς πολὺ μὲν οὐκ ἐπῄσθοντο Ῥωμαῖοι διὰ τὰς ἐν ἄστει κρίσεις τε καὶ στάσεις· ὡς δʼ ἐπύθοντο, περιέπεμπον ἐς τὰς πόλεις ἀπὸ σφῶν τοὺς ἑκάστοις μάλιστα ἐπιτηδείους, ἀφανῶς τὰ γιγόμενα ἐξετάζειν. καί τις ἐκ τούτων μειράκιον ὅμηρον ἰδὼν ἐξ Ἄσκλου πόλεως ἐς ἑτέραν ἀγόμενον ἐμήνυσε τῷ περὶ τὰ χωρία ἀνθυπάτῳ Σερουιλίῳ. ἦσαν γάρ, ὡς ἔοικε, τότε καὶ τῆς Ἰταλίας ἄρχοντες ἀνθύπατοι κατὰ μέρη· ὃ καὶ Ἁδριανὸς ἄρα μιμούμενος ὕστερον χρόνῳ πολλῷ, τὴν αὐτοκράτορα ἀρχὴν Ῥωμαίοις ἡγούμενος, ἀνεκαίνισε, καὶ μετʼ αὐτὸν ἐπέμεινεν ἐς βραχύ. ὁ δὲ Σερουίλιος θερμότερον ἐσδραμὼν ἐς τὸ Ἄσκλον καὶ πανηγυρίζουσι τοῖς Ἀσκλαίοις χαλεπῶν ἀπειλῶν ἀνῃρέθη ὡς ὑπὸ ἤδη πεφωραμένων. ἐπανῃρέθη δʼ αὐτῷ καὶ Φοντήιος, ὃς ἐπρέσβευεν αὐτῷ· καλοῦσι δʼ οὕτω τοὺς τοῖς ἡγεμόσι τῶν ἐθνῶν ἐκ τῆς βουλῆς ἑπομένους ἐς βοήθειαν. πεσόντων δὲ τῶνδε, οὐδὲ τῶν ἄλλων Ῥωμαίων τις ἦν φειδώ, ἀλλὰ τοὺς παρὰ σφίσι πάντας οἱ Ἀσκλαῖοι συνεκέντουν ἐπιτρέχοντες καὶ τὰ ὄντα αὐτοῖς διήρπαζον.
5.39
ἐκραγείσης δὲ τῆς ἀποστάσεως ἅπαντα, ὅσα τοῖς Ἀσκλαίοις ἔθνη γείτονα ἦν, συνεξέφαινε τὴν παρασκευήν, Μάρσοι τε καὶ Παιλιγνοὶ καὶ Οὐηστῖνοι καὶ Μαρρουκῖνοι καὶ ἐπὶ τούτοις Πικεντῖνοι καὶ Φρεντανοὶ καὶ Ἱρπῖνοι καὶ Πομπηιανοὶ καὶ Οὐενούσιοι καὶ Ἰάπυγες, Λευκανοί τε καὶ Σαυνῖται, χαλεπὰ Ῥωμαίοις καὶ πρὶν ἔθνη γενόμενα, ὅσα τε ἄλλα ἀπὸ Λίριος ποταμοῦ, ὃν νῦν μοι δοκοῦσι Λίτερνον ἡγεῖσθαι, ἐπὶ τὸν μυχόν ἐστι τοῦ Ἰονίου κόλπου πεζεύοντι καὶ περιπλέοντι. πέμψασι δʼ αὐτοῖς ἐς Ῥώμην πρέσβεις αἰτιωμένους, ὅτι πάντα Ῥωμαίοις ἐς τὴν ἀρχὴν συνεργασάμενοι οὐκ ἀξιοῦνται τῆς τῶν βεβοηθημένων πολιτείας, ἡ βουλὴ μάλα καρτερῶς ἀπεκρίνατο, εἰ μεταγινώσκουσι τῶν γεγονότων, πρεσβεύειν ἐς αὐτήν, ἄλλως δὲ μή. οἱ μὲν δὴ πάντα ἀπογνόντες ἐς παρασκευὴν καθίσταντο· καὶ αὐτοῖς ἐπὶ τῷ κατὰ πόλιν στρατῷ κοινὸς ἦν ἱππέων τε καὶ πεζῶν ἕτερος ἐς δέκα μυριάδας. καὶ Ῥωμαῖοι τὸν ἴσον αὐτοῖς ἀντεξέπεμπον ἀπό τε σφῶν αὐτῶν καὶ τῶν ἔτι συμμαχούντων σφίσιν ἐθνῶν τῆς Ἰταλίας.