Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 1

6.51 Σύλλας δʼ ἐς ἔθνος ἕτερον, Ἱρπίνους, μετεστρατοπέδευε καὶ προσέβαλεν Αἰκουλάνῳ. οἱ δὲ Λευκανοὺς προσδοκῶντες αὐτῆς ἡμέρας σφίσιν ἐπὶ συμμαχίαν ἀφίξεσθαι, τὸν Σύλλαν καιρὸν ἐς σκέψιν ᾔτουν. ὁ δʼ αἰσθανόμενος τοῦ τεχνάσματος ὥραν αὐτοῖς ἔδωκε κἀν τῇδε ξυλίνῳ ὄντι τῷ τείχει κληματίδας περιτιθεὶς μετὰ τὴν ὥραν ὑφῆπτεν. οἱ δὲ δείσαντες τὴν πόλιν παρεδίδουν. καὶ τήνδε μὲν ὁ Σύλλας διήρπαζεν ὡς οὐκ εὐνοίᾳ προσελθοῦσαν, ἀλλʼ ὑπʼ ἀνάγκης, τῶν δʼ ἄλλων ἐφείδετο προστιθεμένων, μέχρι τὸ Ἱρπίνων ἔθνος ἅπαν ὑπηγάγετο, καὶ μετῆλθεν ἐπὶ Σαυνίτας, οὐχ ᾗ Μοτίλος, ὁ τῶν Σαυνιτῶν στρατηγός, τὰς παρόδους ἐφύλαττεν, ἀλλʼ ἑτέραν ἀδόκητον ἐκ περιόδου. προσπεσὼν δʼ ἄφνω πολλούς τε ἔκτεινε, καὶ τῶν ὑπολοίπων σποράδην διαφυγόντων ὁ μὲν Μοτίλος τραυματίας ἐς Αἰσερνίαν σὺν ὀλίγοις κατέφυγεν, ὁ δὲ Σύλλας αὐτοῦ τὸ στρατόπεδον ἐξελὼν ἐς Βουάνον παρῆλθεν, ᾗ τὸ κοινοβούλιον ἦν τῶν ἀποστάντων. τρεῖς δʼ ἄκρας τῆς πόλεως ἐχούσης καὶ τῶν Βουάνων ἐς τὸν Σύλλαν ἐπεστραμμένων, περιπέμψας τινὰς ὁ Σύλλας ἐκέλευε καταλαβεῖν, ἥν τινα τῶν ἄλλων δυνηθεῖεν ἄκραν, καὶ καπνῷ τοῦτο σημῆναι. γενομένου δὲ τοῦ καπνοῦ συμβαλὼν τοῖς ἐκ μετώπου καὶ μαχόμενος ὥραις τρισὶ καρτερῶς εἷλε τὴν πόλιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme